Сочинения. Том 5 - Гален Клавдий
0/0

Сочинения. Том 5 - Гален Клавдий

Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 143 144 145 146 147 148 149 150 151 ... 182
ὡδίπως γράφοντος· ἄλλο δή φηµι ἰσχυρότατον ὃ µᾶλλον ὁρῶντας σωφρονίζεσθαι ἐχρῆν καὶ µὴ πάντα τῆς µελαίνης χολῆς ἄγειν· ὅταν δὴ χολῆς ὑπεῖναι δοξαζοµένης φλεγµαγωγὸν διδῶµεν, καὶ χολὴ µὲν ἀποκρίνεται, φλέγµα δὲ <οὐκ>, ἢ φλέγµατος ὑπονοουµένου φλεγµαγωγόν, καὶ φλέγµα µὲν οὐκ ἀποκρίνεται, χολὴ δὲ ἐπ’ ἀµφοῖν· ὑδραγωγὸν διδῶµεν, καὶ τότε οὐδὲ ὕδωρ φανήσεται τὸ φερόµενον, πάντων µάλιστα παραδοξότατον, ὑδρωπικοῖς σαφῶς ὕδατος παρακειµένου, <εἰκότως δ’> ἀπόκρισις γένοιτ’ ἂν χολῇ µὲν διὰ χολαγωγοῦ, φλέγµατι δὲ διὰ φλεγµαγωγοῦ. αὕτη µὲν ἡ ῥῆσις. ἄξιον δ’ αὐτῆς ἄγασθαι πρῶτον µὲν τὸ κατὰ τὴν ἀρχὴν εἰρηµένον ὡς ἐχρῆν µὴ πάντα τῆς µελαίνης χολῆς ἄγειν. µελαγχολῶντας γὰρ ἡµᾶς δηλονότι λέγει τοὺς ἐπαινοῦντας ῾Ιπποκράτην. ἀλλ’ οὗτός γε ὁ χαριεντισµὸς ἑτέροις µᾶλλον ἔπρεπεν, ὅσοι δογµατίζουσιν ὑπὸ µελαίνης χολῆς ἐνοχλεῖσθαι τοὺς µελαγχολῶντας. ᾿Ιουλιανὸς δὲ ὁµοιότατός ἐστι τῷ κατὰ τὸν Αἰσώπου λόγον ὄνῳ, ὃς θεασάµενος ἓν τῶν Μελιταίων κυνίδιον ἀριστῶντι τῷ δεσπότῃ συγκατακείµενον ἁλλόµενόν τε περὶ αὐτὸν καὶ σκιρτῶν καὶ σεῖον τὴν οὐρὰν καί τι καὶ φώνηµα τερπνὸν ὑποφθεγγόµενον, ἐφ’ οἷς ἥδοντό τε καὶ κατεφίλουν αὐτὸ πάντες οἱ σύνδειπνοι, µηδὲν µελλήσας, ἀλλ’ εὐθὺς ἀναπηδήσας ἐπὶ τὴν κλίνην ὠγκᾶτό τε καὶ κατ’ αὐτὴν ἥλλετο σείων τὴν οὐράν. ἀλλὰ τούτῳ γε παραπλήσιος ὢν ᾿Ιουλιανὸς ἐπισκώπτει χαριεντιζόµενος εἰς µελαγχολίαν ἡµᾶς, ἣν αὐτός [ὥς] φησιν ὑπὸ µελαίνης γίγνεσθαι χολῆς. κατάλιπε τοίνυν ἡµᾶς ἐπί σοι λέγειν τὴν µέλαιναν, ὡς οὐδὲ τῶν παιδαρίων τῶν ἰατρικῶν ἀµείνων ὑπάρχων τὴν τέχνην ἐπιτιµᾷς ῾Ιπποκράτει. τίς ταύτης µείζων µελαγχολία; τίς ἀπαιδευσία φανερωτέρα; τίς τόλµα προπετεστέρα; καθ’ ἡµῶν, ᾿Ιουλιανέ, χαριεντίζῃ τοιαῦτα καὶ συνάπτεις <αὐτὰ> λόγοις ἀµαθέσιν, ὡς ἂν µηδὲ παῖδα λαθεῖν αὐτῶν τὴν ἀτοπίαν. ῾Ιπποκράτους γὰρ εἰρηκότος οὔθ’ ἡλικίαν οὔθ’ ὥραν ἔτους οὔθ’ ὅλως οὐδένα καιρὸν εὑρεθῆναι δύνασθαι, καθ’ ὃν ἀπόλλυταί τις ἐκ τοῦ σώµατος ἡµῶν χυµὸς ὃν αὐτὸς ἀεί φησιν ὑπάρχειν, αἵµατος δηλονότι καὶ φλέγµατος καὶ χολῶν διττῶν (ἅπαντας µὲν γὰρ εἶναι διὰ παντός, αὐξάνεσθαι δ’ ἄλλον ἐν ἄλλῃ κράσει καὶ φύσει σώµατος ἡλικίᾳ τε καὶ ὥρᾳ καὶ χώρᾳ καὶ νοσήµατι), νοµίζεις καταβάλλεσθαι τὸν λόγον, εἰ τῷ χολῶντι φλέγµατος ἀγωγοῦ δοθέντος φαρµάκου τουτὶ µὲν <µὴ> κενούµενον φαίνοιτο, χολὴ δὲ [οὐ] κενοῦται. *** φέρε τοίνυν ἡµῖν τοῦτο φαίνεται γιγνόµενον, µηδ’ ἐκκενοῦν τὸ φάρµακον ἀεὶ τὸν οἰκεῖον ἑαυτῷ χυµόν. ἆρ’ οὐκ ἐναργῶς δοκεῖ ψευδὲς εἶναι τὸ ῾Ιπποκράτους δόγµα; εἰ γὰρ ὁµοτίµους µὲν ἅπαντας ἕλκει τοὺς χυµοὺς ἕκαστον τῶν καθαιρόντων, ἀλλοιοῦν δ’ εἰς µίαν ἰδέαν αὐτοὺς [ἣν] πέφυκεν, οὐδὲν διοίσει τοῦ φλεβοτοµεῖν τὸ καθαίρειν. ἀλλ’ εἴπερ οὕτως τοῦτ’ ἔχει, ῥᾷστον ἤδη τῇ πείρᾳ κρῖναι τὸ δόγµα καὶ δυοῖν ἀνθρώπων ἀσκίτην ὕδερον ἐχόντων ἴσον τὸ µέγεθος, ἐπὶ τῇ τοῦ σώµατος ἕξει τε καὶ ἡλικίᾳ παραπλησίως διακειµένων τῷ µὲν ἑτέρῳ δοῦναι τῶν ὑδραγωγῶν τι φάρµακον, τοῦ δ’ ἑτέρου τεµεῖν τὴν φλέβα κἄπειτα θεάσασθαι τίς µὲν ἐξ αὐτῶν ὠφελεῖται, τίς δὲ βλάπτεται. δίκαιον µὲν οὖν ἦν ἴσον ἑκατέρῳ ποιήσασθαι τὸ πλῆθος τῆς κενώσεως, τοσαύτας κοτύλας ἐκχέοντας τοῦ αἵµατος ὅσας τοῦ κενωθέντος, ὡς οὗτοι νοµίζουσιν, ὕδατος ὑπὸ τοῦ καθαρτικοῦ φαρµάκου. ἀλλὰ κἂν τοῦτο συγχωρήσωµεν αὐτοῖς καὶ τοῦ µὲν ἑτέρου διὰ τῆς καθάρσεως κενώσωµεν κοτύλας ὕδα-τος εἰ τύχοι ιε′, τοῦ δ’ ἑτέρου διὰ τῆς φλεβοτοµίας δύο µόνας, ἐπίδωµεν ὅστις µὲν αὐτῶν ἐσφάγη (τί γὰρ ἂν ἄλλο τις εἴποι περὶ τοῦ φλεβοτοµηθέντος ὑδεριῶντος;), ὅστις δ’ ὤνητο τὰ µέγιστα. τί λέγοµεν, ὦ οὗτος; ἆρα ἴσος ἢ παραπλήσιος ὁ νῦν εἰρηµένος ἔλεγχος ᾧ σὺ σµικρὸν ἔµπροσθεν ἐνεχείρησας; καθαρτικὸν χολῆς, φησί, διδόσθω τινὶ τῶν ὑδεριώντων, κενώσει µέν, ὦ οὗτος, καὶ τουτὶ χολήν, ἀλλ’ ὀλίγην τε καὶ σὺν οὐδενὶ χρηστῷ· καθαρτικὸν ὑδατώδους ἰχῶρος διδόσθω τῷ χολῶντι, κενώσει µὲν ὑδατῶδες, ἀλλ’ ὀλίγον τε καὶ µετὰ βλάβης. πάλιν οὖν διδόσθω τὸ µὲν ὑδραγωγὸν τῷ τὸν ἀσκίτην νοσοῦντι, τὸ δὲ χολαγωγὸν τῷ τὸν ἴκτερον, καὶ πολὺ κενωθήσεται τῶν ἀνθρώπων ἑκάτερος καὶ σὺν ὠφελείᾳ µεγάλῃ. ταῦτα εἰ µὲν οὐδεπώ<ποτ’> ἀνέγνω γεγραµµένα παρά τινι τῶν ἰατρῶν ὁ ᾿Ιουλιανός, θαυµάζω τὴν φιλοπονίαν τἀνδρός. ἀναγνοὺς δ’ εἰ ἐτόλµησε γράφειν ἅπερ ἔγραψεν, ἄξιον ἄγασθαι τὴν σύνεσιν αὐτοῦ. νοµίζω γὰρ ἐγὼ νῦν <τοῖς> ἀκούσασι τῶν εἰρηµένων ἀλγήσειν <ἐξ> αὐτῶν τὰ ὦτα. ᾿Ιουλιανὸς δ’ ἐν οἷς ἔγραψε περὶ αὐτῶν ἡγεῖται µελαγχολᾶν ἡµᾶς. ἀποκρινάσθω τοιγαροῦν ἀναµνησθεὶς τῶν φιλοσόφων οὓς ἐπῄνεσε, παρὰ τίνος αὐτῶν ἔµαθε νόµον ἀποδείξεως τοιοῦτον οἵῳ φαίνεται κεχρηµένος. εἰ γὰρ ἐπεφύκει, φησί, τὸ χολαγωγὸν φάρµακον ἐκκαθαίρειν τοῦ ζῴου τὴν χολήν, οὐκ αὐτὴν γεννᾶν, οὐκ ἂν ἐκένου χολὴν τοῖς φλεγµατώδεσι. θαυµαστή γε ἡ τῆς ἀκολουθίας γνῶσις· ὦ τῆς µεγάλης διαλεκτικῆς τοῦ σοφιστοῦ. τί συνετὸν οὕτω Χρύσιππος ἢ ᾿Αριστοτέλης ἢ Πλάτων εἶπεν; οἵ γε, εἰ περὶ τούτων αὐτοῖς ἐπισκέψασθαι προὐτέθη, τῷ µὲν µηδὲ ὅλως περιέχεσθαι κατὰ τὸ σῶµα χολὴν πάντες ἂν ἔφασαν ἕπεσθαι τὸ µηδ’ ὅλως ὑπὸ τῶν χολαγωγῶν ἐκκενοῦσθαι, τῷ δ’ ὀλίγον περιέχεσθαι τὸ τὴν ἑλκοµένην ὑπ’ αὐτῶν ὀλίγην ὑπάρχειν, ὥσπερ γε εἰ πολὺ περιέχοιτο, πολλὴν εἶναι καὶ τὴν ἑλκοµένην. ἀλλ’ ᾿Ιουλιανὸς ὁ τῆς καινῆς διαλεκτικῆς σοφιστὴς ἀξιοῖ µηδ’ ὅλως ἕπεσθαι χολὴν τοῖς χολαγωγοῖς, ὅταν ὀλίγη ποθ’ ὑπάρχῃ κατὰ τὸ ζῷον. εἶθ’ ἡµᾶς µὲν λέγει µελαγχολῶντας τοὺς δὴ ὑδραγωγὸν διδόντας φάρµακον τοῖς ὑδεριῶσιν, ἑαυτὸν δὲ σωφρονεῖν οὗ τοῖς δόγµασιν ἕπεται φλεβοτοµεῖν αὐτούς.

ὁµοιότατον δὲ τούτοις αὐτοῦ τοῖς λόγοις ἐστὶ καὶ τὸ διὰ τῶν ἐχοµένων εἰρηµένον ἐν τῇδε τῇ ῥήσει· τό τε γίγνεσθαι ἐπὶ τῶν πλείστων ἐναλλὰξ ἐπιτάσεις τε καὶ ἀνέσεις ὑγεία ἀδιόριστος· ὁµοιούµενός τις, ὡς πρὸς ἡµῶν, κατὰ πᾶν συνεχείας ἐν τῷ σπανίως ὀλιγάκις τε φαινοµένῳ. ἐν τούτοις ᾿Ιουλιανὸς καταβάλλει τὴν δόξαν τῶν οἰοµένων ἀεὶ σωµατικὰς εἶναι τὰς κατασκευὰς τῶν παθῶν, ταῦτα ὡς µαρτυροῦντα γράφων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν νοσηµάτων, οἰόµενος συµφωνεῖν µὲν τῇ δόξῃ τῶν Μεθοδικῶν, ἐναντιοῦσθαι δὲ τῇ τοῦ παλαιοῦ. καίτοι γ’ αὐτὸ τὸ ἐναντιώτατον εὕροις ἄν. αἱ µὲν γὰρ ἐν τοῖς στερεοῖς τοῦ ζῴου µέρεσι διαθέσεις ἐστηριγµέναι τέ εἰσι καὶ µόνιµοι, τὰ δὲ ὑγρὰ καὶ µεταρρεῖν εἰκὸς <εἰς> ἄλλο µόριον τοῦ ζῴου καὶ διαφορεῖσθαι λεπτυνόµενα καὶ κατά τινας αἰσθητοὺς πόρους ἐκκρίνεσθαι καὶ ποτὲ µὲν ὑπὸ τῆς διοικούσης τὰ ζῷα φύσεως πεττόµενα χρηστότερα γίνεσθαι, ποτὲ δ’ ὑπὸ πυρετώδους θερµασίας ἀλλοιούµενα µοχθηρότερα, καὶ τὰ µὲν ὑπὸ τοῦ διαπνεῖσθαι † συναπα τι τῆς πυρετώδους θερµότητος καὶ διὰ τοῦτο βελτίω γίγνεσθαι κεραννύµενα χρησταῖς τροφαῖς, τὰ δὲ συνδιαφθείρεσθαι ταῖς ἐπιρρεούσαις ἤτοι γ’ εὐθὺς ἔξωθεν οὔσαις µοχθηραῖς ἢ µὴ καλῶς ἔτι ἐν τῇ γαστρὶ πεφθείσαις ****** τοὺς δ’ ἐπὶ σηπεδόνι χυµῶν ἀναπτοµένους οὐδὲν δήπου θαυµαστόν ἐστιν, ὡς ἂν ἐκεῖνα τύχῃ κατά γε χώρας ἀθροιζόµενά <τε> καὶ σηπόµενα καὶ κενούµενα, τάς τε γενέσεις ἴσχειν καὶ τὰς παρακµάς.

1 ... 143 144 145 146 147 148 149 150 151 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий

Рейтинговые книги