Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Шрифт:
Интервал:
Закладка:
6. ᾿Αλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρηµένων ἀκούσωµεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησὶ τὸν προκείµενον ἀφορισµὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν ‘τῶν νοσηµάτων ἐστὶ συνεκτικὸν αἴτιον’. ἄµεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόµασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ· αὐτίκα τὸ ὧδέ πως εἰρηµένον (καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν ἀντίρρησιν)· “ἐν τῇσι ταραχῇσι τῆς κοιλίης”, ὡς τὸ παραλειπόµενον τοῦ ἀφορισµοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν ἔχει τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώµατα κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγµένῳ τῷ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν (ψευδὴς γὰρ ἡ δόξα) συναποδέδεικται καὶ ἡ τοῦ ἀφορισµοῦ µοχθηρία, ὅτι ἀδήλῳ εὑρήµατι ἕπονται ψεύδη. αὕτη µὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἐνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας µὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέµενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὂν µεστὸν ἀνδρῶν πεπαιδευµένων, ἐρέσθαι τὸν ᾿Ιουλιανὸν <ἐξ> ὁποίας ὁρµώµενος ἀποδεικτικῆς µεθόδου τὸν εἰρηµένον ὑπ’ αὐτοῦ λόγον ἀληθῆ νοµίζει. γενήσεται γάρ, εἴ τις αὐτὸν ἑρµηνεύσειεν, ὡς προσήκει, τοιόσδε· ‘τοῖς ἡγουµένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάµνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος.’ εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ἐπει<ρώ>µην τοῦ θεάτρου πεπαιδευµένων ἀνδρῶν, ἵνα κἀκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐµπληξίας ὁ ληρώδης ᾿Ιουλιανός. ἐκ µὲν γὰρ αὐτῶν τῶν λεγοµένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε ὄντι οἷον ἑαυτὸν ἐπιδείκνυται διὰ τῶν γραµµάτων. ἀλλ’ <οἷς τις> ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει, ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτοµοῦσι παµπόλλους τῶν πυρεττόντων. εἰ µὲν βλάπτεσθαι νοµίζουσιν ἐκ τῆς κενώσεως αὐτούς, οὐκ ὀρθῶς φλεβοτοµοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτίθενται πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· ‘καὶ τίς ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως;’ πρὸς ὃν ἀποκρίνασθαί µοι ῥᾷστον, ὡς ἀνάγκη µὲν οὐδεµία, λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑµῶν οὑτοσί, καὶ δείξω τὸν ᾿Ιουλιανὸν ἐκεῖνόν τε φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω µὲν <ἂν> ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῶν. νυνὶ δὲ (οὐ γὰρ ἔχοµεν θέατρον) εἰς τὰς αὐτὰς ἥκουσι λαβὰς ὀλίγου <δεῖν> πάντες, ἄν τ’ ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς.
᾿Ιουλιανὸς τοιγαρ<οῦν> ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ µηδεπώποτε φροντίσας ἀληθείας, ἐγὼ δὲ παρ’ ὅλον ἐµαυτοῦ τὸν βίον οὐδὲν οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον µὲν ἀποδεικτικὴν ἐπιστήµην, ἀσκηθῆναι δ’ αὖθις αὐτῇ µετὰ πάσης σπουδῆς, ἔοικα κάµνειν µάτην. ὅσοι µὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα µὲν καὶ γιγνώσκουσιν ὅλως µηδέπω τὸν ᾿Ιουλιανὸν ἀφιστάµενον λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ, τὴν ἀρχὴν οὐδὲν µανθάνουσι τῶν λεγοµένων. διὰ ταῦτα τοίνυν, ὅπερ καὶ πρόσθεν ἔλεγον, οὐ σµικρόν µοι τοῦτον <τὸν> ἆθλον οἱ φίλοι προσέταξαν, ὧν ἕνεκεν ἐπιστηµονικωτέρων ἅψοµαι λόγων. ἐχρῆν µὲν δήπου µὴ φθέγγεσθαι µόνον ὀνόµατα τῇ διαφορᾷ τῶν αἰτίων προσήκοντα τὸν ᾿Ιουλιανόν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σηµαινόµενα. νυνὶ δὲ (καὶ γὰρ τοῦθ’ ἕν ἐστι τῆς ἐµπληξίας ἁπάντων τῶν Μεθοδικῶν κοινόν) ἄχρι µὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπῃ διαφέρει τῶν προηγουµένων ἢ πάντως ἂν ἐγίνω-σκεν <ὡς> ἡ τῶν νοσηµάτων αὔξησις τῶν προηγουµένων αἰτίων ἔργον ἐστίν. ὃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήµατος, ἀνάγκη τοῦτο αὐξάνειν αὐτὸ µέχρι περ ἂν ἐνεργῇ τι παρόµοιον· εἴ γ’ οὕτως τύχοι, δριµὺ φάρµακον ὡς ἑλκοῦν δύνασθαι µιᾷ µὲν ὥρᾳ κατὰ τοῦ δέρµατος ἐπιτεθὲν αὐτὴν µόνην ἑλκώσει τὴν καλουµένην ἐπιδερµίδα. πλείονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου µὲν τοῦ δέρµατος, εἶτα καὶ τῶν ὑποκειµένων σαρκῶν. καὶ τὰ δὲ καλούµενα σηπτὰ µέχρι µὲν τῶν ὑποκειµένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειµένην αὐτοῖς <ἅπασαν> σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουµένων αἰτίων οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι µενόντων. ὅπου γὰρ ἐδείχθη µεῖζον γιγνόµενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούµενα τῶν αἰτίων, οἷόν περ καὶ τὸ πλῆθός ἐστιν (ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούµενον), εἰ µή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι, καὶ διὰ τοῦτο <᾿Ασκληπιάδης> πλῆθος ἡγεῖται προκατάρχειν νόσων ὑπό
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина