Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Шрифт:
Интервал:
Закладка:
8. Τὰ δ’ ἑξῆς ἴδωµεν ἐν οἷς τὸν ᾿Ασκληπιάδου λόγον ὁ ᾿Ιουλιανὸς µεταχειρίζεται, τοῦτον δὴ τὸν πολυθρύλητον, ὡς οὐχ ἕλκει τὸν οἰκεῖον χυµὸν ἕκαστον τῶν καθαιρόντων φαρµάκων, ἀλλ’ αὐτὸν γεννᾷ. λέλεκται δέ µοι περὶ τούτου βραχέα µέν τινα κἀπὶ τῆς τελευτῆς τοῦ Περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων, ὥσπερ κἀν τῷ πρώτῳ τῶν Φυσικῶν δυνάµεων, ὕστερον δὲ τῶν ἑταίρων ἀξιωσάντων καὶ δι’ ἑνὸς ὅλου γράµµατος <ὃ> Περὶ τῆς τῶν καθαιρόντων φαρµάκων δυνάµεως ἐπιγέγραπται. τὸν µὲν ὅλον λόγον ὁ βουλόµενος ἐξ ἐκείνων µανθανέτω, τοῖς δ’ ὑπὸ Θεσσαλοῦ γεγραµµένοις ἐνταῦθα ἀπαντήσω προσγράψας αὐτὰ κατὰ λέξιν· ἀθλητὴν γὰρ λαµβάνοντες εὐέκτην ὃν βούλονται κατὰ φύσιν ἔχοντα χρηστῆς τούτῳ τῆς ὕλης ἐν τῷ σώµατι ὑποκειµένης καὶ ἀτρέπτου καθαρτικὸν διδῶµεν καὶ δεικνύωµεν τὰ ἀποκρινόµενα σφόδρα διεφθορότα. εἶτ’ ἐπιλογιζόµεθα µηδενὸς ἐνίστασθαι δυναµένου πρὸς τὸ λεγόµενον ἐναντιωτικῶς, ὡς δὴ ἃ νῦν ἐκκρίνεται δριµύτατά τε καὶ διεφθαρµένα πρὸ µὲν τοῦ καθαρτικοῦ οὐχ ὑπόκειται τοιάδε τῷ ἀθλητῇ, εὐέκτης γὰρ ἐτύγχανεν ὤν. λείπεται οὖν µηδὲν ἄλλο ἡµᾶς δύνασθαι λέγειν ἢ τόδε, ὅτι ὑπὸ τοῦ φαρµάκου ἀµφότερα γίνεται, πρῶτον µὲν τὸ τὴν ὕλην µεταβάλλειν εἰς διαφθοράν, δεύτερον δὲ καὶ <τὸ> ἀποκρίνεσθαι, εἴτε δι’ ἐµέτων εἴη εἴτε διὰ γαστρός. αὕτη µὲν ἡ τοῦ Θεσσαλοῦ ῥῆσις· ἀκούσατε δὲ ἐν µέρει πρὸς ἡµῶν ὡς τὸ καθαίρεσθαι πάντας χυµοὺς τὸν εὐέκτην οὐ µᾶλλόν τι τοῦ γεννᾶσθαι νῦν ἐστι δηλωτικὸν ἢ τοῦ περιέχεσθαι πρόσθεν. µάτην οὖν εἴρηκε µηδ’ ἑτέραν γε τῶν αἱρέσεων <λείπεσθαι>, µήτ’ ἀνατρέπων ἐξ ἀνάγκης µήτε κατασκευάζων. *** εἰ δὲ καὶ τῶν ὑπαγόντων τι τὴν γαστέρα διδοῖεν, ἀλλ’ οὐ φαρµακῶδές γε τοῦτ’ ἐστιν αὐτοῖς οὐδ’, ὥσπερ ὁ ἀναίσχυντος Θερσίτης λέγει, δίδοµεν καὶ δείκνυµεν, µήτε δοὺς αὐτὸς ἢ δείξας πώποτε, µήτ’ ἄλλου δόντος ἢ δείξαντος θεασάµενος. οὐ µὴν ἡµεῖς γε τοιοῦτοι τολµῶντες λέγειν ἢ γράφειν ἃ µὴ πράττοµεν, ἀλλὰ τοῖς ἔργοις αὐτοῖς πρότερον ἀποδεικνύντες τἀληθὲς τηνικαῦτα τὴν ἀµφ’ αὐτὰ τέχνην ἐξηγούµεθα, ἅπερ ἔστιν ἀκοῦσαι τῶν ἐκ τῆς ἀγέλης τοῦ Θεσσαλοῦ, πόσους µὲν ὑδερικοὺς ὑδραγωγῷ φαρµάκῳ καθήρας αὐτίκα τὴν γαστέρα προσεσταλµένην ἀπέφηνα, πόσους <δ’> ἰκτεριῶντας χολαγωγῷ παραχρῆµα τὸν ἴκτερον ἰασάµην. ἀλλ’ οὐδὲ τούτων οὐδὲν οὐδ’ ἄλλο τι τοιοῦτον ᾿Ιουλιανὸς ἐθεάσα-το. <ῥωµα>λέῳ τῶν ἀθλητῶν, φησί, δίδωµι καθαρτικὸν καὶ δείκνυµι. ἀκόλουθον µὲν γὰρ δηλαδὴ τῷ τοσαύτης ἐµπληξίας µεστῷ καθαίρειν µὲν τοὺς εὐχύµους ἀθλητάς, µὴ καθαίρειν δὲ µήθ’ ὑδεριῶντας µήτε ἰκτεριῶντας µήτε µελαγχολῶντας µήτε τὸν καλούµενον ἐλέφαντα νοσοῦντα µήτε καρκίνῳ κάµνοντα µήθ’ ὑπὸ φαγεδαίνης ἢ ἐρυσιπέλατος ἐνοχλούµενον ἤ τινος ἄλλου κακοχύµου νοσήµατος. ἅλις ἤδη µοι καὶ τούτων αὐτοῦ τῶν λήρων. εἰ γὰρ ἅπαντα λέγειν ὧν ἀκούειν ἐστὶν ἄξιον ᾿Ιουλιανὸν ἐπιχειρήσειέ τις, οὐ µιᾶς ἢ δυοῖν, ἀλλὰ παµπόλλων αὐτῷ χρεία βιβλίων ἐστίν.
ἀκούσωµεν οὖν αὐτοῦ τι τῶν ἐφεξῆς
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина