Сочинения. Том 5 - Гален Клавдий
0/0

Сочинения. Том 5 - Гален Клавдий

Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 139 140 141 142 143 144 145 146 147 ... 182
ἐν αἵµατι, χολὴ φύσει παλαιὸν αἷµα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερµὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐµπίπτουσα πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναµιν, πηγνυµένη δὲ καὶ βίᾳ κατασβεννυµένη χειµῶνα καὶ τρόµον ἐντὸς παρέχει· πλείων δ’ ἐπιρρέουσα, τῇ παρ’ αὐτῆς θερµότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισε· καὶ ἐὰν µὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ µυελοῦ διαπεράσασα γένος καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσµατα µεθῆκέ τε ἐλευθέραν, ὅταν δὲ ἐλάττων ᾖ τό τε σῶµα ἀντίσχῃ τηκόµενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶµα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώµατος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα <νοσήµατα> πάντα παρέσχετο.” ταυτὶ µὲν οὖν ἐν µόνῳ τῷ Τιµαίῳ Πλάτων εἶπεν ἑπόµενος ῾Ιπποκράτει· τὰ δ’ ἐκ τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι πάντα, δόξει µιµεῖσθαι µακρολογίας ἕνεκα τὸν ᾿Ιουλιανόν, ἔτι δὲ δὴ µᾶλλον, εἰ τὰ [παρὰ] Θεοφράστῳ καὶ ᾿Αριστοτέλει καὶ Χρυσίππῳ καὶ πᾶσι τοῖς Περιπατητικοῖς τε καὶ Στωϊκοῖς εἰρηµένα περὶ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ χολῆς καὶ φλέγµατος ὑγείας τε καὶ νόσου παραγράφοι σύµπαντα. καὶ γὰρ νῦν ἡγοῦµαί τινας ἤδη µέµφεσθαι τοῦ µήκους ἡµῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειµένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοί, Πλάτωνα µὲν καὶ ᾿Αριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώµατος στοιχείων ὑφ’ ῾Ιπποκράτους εἰρηµένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοιοῦτος εἰπεῖν αἰδεσθείη;

5. <᾿Αλλὰ> ταῦτα µὲν ἀφείσθω, σκέψαι δ’ ἑξῆς ἃ γράφει µὴ συγχωρῶν, ὡς ἔοικε, µηδὲ τῷ ὀνόµατι χρήσασθαι τῆς φύσεως. ἔστι δ’ <ἡ> ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡµᾶς γε <οὕτως ὡς> ἑαυτοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστίν, ἣν ἄνω τε καὶ κάτω θρυλοῦσι τραγῳδοῦντες πανταχοῦ ἤτοι θερµὸν ἁπλοῦν ἢ κρᾶµα † κἀκ µίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύµατος. κἄπειτα ἑξῆς τούτων ἐπιφέρει πολλὰ µὴ συγχωρῶν ἐγνῶσθαι φύσεως οὐσίαν, ὥσπερ ῾Ιπποκράτους γεγραφότος ὄνοµα φύσεως ἐν τῷ προκειµένῳ νῦν ἡµῖν ἀφορισµῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτοµάτως γιγνοµένοις εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνοµα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους ᾿Ιουλιανοῦ φλυαρίας ἀφορµὴν παρεξούσης λόγων µακρῶν, οὓς ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς µὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύµενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε µὲν ἐξ αὐτοῦ τοῦ τῶν καµνόντων ὁρµᾶσθαι σώµατος, ἔστιν ὅτε δ’ ἔξωθεν, ἀφορµὴν ταύτην εἶχε τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόµατος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε· ‘φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις.’ ἀλλ’, ὦ γενναιότατε σοφιστῶν, οὐδ’ ὅτι ψυχὴν ἔχοµεν ἢ αἴσθησιν ἢ νοῦν ἢ µνήµην ἢ λογισµὸν ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυµαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν ὃν ἐνεργέστατα βλέποµεν οὐκ ἴσµεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἦ πού γε περὶ φύσεως ἢ ψυχῆς ἢ µνήµης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίµως ἀποφανούµεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα ὀρθῶς εἰρήκαµεν, οὕτως καί, ὅτε τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχοµεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν µὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῷον ὑπὸ φύσεώς τε ἅµα καὶ ψυχῆς, εἴ γε δὴ τὴν µὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνοµάζοµεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς <ἐφ>εξῆς αὐτῇ κινήσεως ψυχήν. ὥστ’ οὐδεὶς ἡµῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’, ἐπειδὴ ταῦτα γιγνώσκει, καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς οἶδε, καθάπερ οὐδὲ τὴν τοῦ ἡλίου, ἀλλ’ ἀνατέλλοντα µὲν αὐτὸν ὁρῶµεν ἐναργῶς, ὥσπερ γε καὶ δυόµενον ἅπαντά τε µεταξὺ τόπον ἀµείβοντα τάξει <κατὰ> χρόνον ἀφωρισµένον, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ σχολῇ ζητοῦµεν. εἰ µὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίγνονται χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν τῆς ἐργαζοµένης αὐτὰς φύσεως, εἰκότως ἂν ὁ δείξας ἐκείνην ἄγνωστον εὐθὺς αὐτῇ συνανῃρήκει τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ, κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γινώσκειν, ἐκ περιττοῦ φλυαρεῖ πάντα ταῦθ’ ὁ θαυµασιώτατος ᾿Ιουλιανός. ἡµεῖς γάρ, ὅταν τῷ χωρὶς φαρµάκου καθαίροντος ἔµετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε καὶ διὰ µήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαµὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς (οὐδὲν γὰρ δι-αφέρει) µιµούµεθά τε <τὰ> φανερῶς ὠφελήσαντα τοὺς κάµνοντας. ᾿Ιουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡµέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ φύσιν µὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδενὶ τῶν τοιούτων ὀνοµάτων χρῆσθαι µὴ πρότερον ἐπισταµένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦµεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν.

ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶµεν ἐκ περιουσίας καὶ συγχωρήσωµεν, εἰ µὴ πρότερον εἰδείηµεν ὡς ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώµαθ’ ἡµῶν συνέστηκεν, ἀµήχανον εἶναι µιµήσασθαι τὰ καλῶς ὑπὸ φύσεως ἢ τύχης γιγνόµενα. τί οὖν κωλύει γιγνώσκειν ἡµᾶς ἀκριβῶς τοῦτο, µέχρις ἂν ἡµεῖς τε λέγειν ἔχωµεν ἀπόδειξιν δόγµατος οἵ τ’ ἄριστοι τῶν φιλοσόφων οὓς καὶ σὺ θαυµάζεις αὐτὸς ὁµολογῶσιν ῾Ιπποκράτει τε καὶ ἀλλήλοις, εἰ µή τις τὴν διαφωνίαν ἱκανὸν ἡγεῖται µαρτύριον εἶναι τῆς ἀγνοίας τοῦ δόγµατος ἐξαίφνης ᾿Απορητικός τις ἀντὶ Στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ τῷ φάσκοντι µηδὲν τῶν διαπεφωνηµένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι, τί δήποτε οὐ πολὺ πρῶτος ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα µέθοδος ἐγέννησεν; ἀλλ’ ὅµως οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀµυδρῶς, ἐναργῶς δέ, ὡς νοµίζει, ὁ Θεσσαλός, καὶ τό γε τούτου µεῖζον, ὅ<τι καίτοι> θεασαµένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαµπροτάτῳ χορῷ τῶν ἀµφ’ αὐτὸν ἰατρῶν ὅµως οὐδεὶς οὐδενὶ συνεφώνησεν, ἀλλ’ ἄχρι δεῦρο πολεµοῦσιν ἀλλήλοις µείζονα πόλεµον οὗ Θεσσαλὸς ἐπολέµησε τοῖς συµφοιτηταῖς. εἴπερ οὖν ἡ διαφωνία σηµεῖόν ἐστι τῆς τῶν πραγµάτων ἀγνοίας, ἁπασῶν πρώταις ἀπιστητέον ἐστὶν ταῖς Θεσσαλοῦ κοινότησιν, ὅσον καὶ πλείστη περὶ αὐτῶν ἐστι διαφωνία. τὸ µέντοι γε τοῦ σώµατος ἡµῶν τὴν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς ὕδατός τε καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερµοῦ καὶ ψυχροῦ συµµέτρως

1 ... 139 140 141 142 143 144 145 146 147 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий

Рейтинговые книги