Форма входа
Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий
Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
τὸ σῶµα θάλλει, τούτοις ὁ σπλὴν φθίνει, φησὶν ῾Ιπποκράτης, καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁρµώµενοι πάντες ὁµολογοῦσιν ἰατροί. καὶ ὅσοις γ’ αὖ µέγας καὶ ὕπουλος αὐξάνεται, τούτοις καταφθείρει τε καὶ κακόχυµα τὰ σώµατα τίθησιν, ὡς καὶ τοῦτο πάλιν οὐχ ῾Ιπποκράτης µόνον ἀλλὰ καὶ Πλάτων ἄλλοι τε πολλοὶ καὶ οἱ ἀπὸ τῆς ἐµπειρίας ὁµολογοῦσιν ἰατροί. καὶ οἱ ἀπὸ σπληνὸς δὲ κακοπραγοῦντος ἴκτεροι µελάντεροι καὶ τῶν ἑλκῶν αἱ οὐλαὶ µέλαιναι. καθόλου γάρ, ὅταν ἐνδεέστερον ἢ προσῆκεν εἰς ἑαυτὸν ἕλκῃ τὸν µελαγχολικὸν χυµόν, ἀκάθαρτον µὲν τὸ αἷµα, κακόχρουν δὲ τὸ πᾶν γίγνεται σῶµα. πότε δ’ ἐνδεέστερον ἕλκει; ἢ δῆλον ὅτι κακῶς διακείµενος; ὥσπερ οὖν τοῖς νεφροῖς ἐνεργείας οὔσης ἕλκειν τὰ οὖρα κακῶς ἕλκειν ὑπάρχει κακοπραγοῦσιν, οὕτω καὶ τῷ σπληνὶ ποιότητος µελαγχολικῆς ἑλκτικὴν ἐν ἑαυτῷ δύναµιν ἔχοντι σύµφυτον ἀρρωστήσαντί ποτε ταύτην ἀναγκαῖον ἕλκειν κακῶς κἀν τῷδε παχύτερον ἤδη καὶ µελάντερον γίγνεσθαι τὸ αἷµα. ταῦτ’ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσηµάτων καὶ τὰς ἰάσεις µεγίστην παρεχόµενα χρείαν ὑπερεπήδησε τελέως ὁ ᾿Ερασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ µηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλ’ ἀεὶ φιλοτίµως ἀντιλέγων ταῖς ἠλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτ’ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτ’ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ µηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλ’ ἡµεῖς γε πρῶτον µὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς φύσεις, τοῦ θερµοῦ λέγω καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δεύτερον δ’ ἐξ αὐτῶν τῶν ἐναργῶς φαινοµένων κατὰ τὸ σῶµα ψυχρὸν καὶ ξηρὸν εἶναί τινα χρῆναι χυµὸν ἀπεδείξαµεν. ἑξῆς δ’, ὅτι καὶ µελαγχολικὸς οὗτος ὑπάρχει καὶ τὸ καθαῖρον αὐτὸν σπλάγχνον ὁ σπλήν ἐστιν, διὰ βραχέων ὡς ἔνι µάλιστα τῶν τοῖς παλαιοῖς ἀποδεδειγµένων ἀναµνήσαντες ἐπὶ τὸ λεῖπον ἔτι τοῖς παροῦσι λόγοις ἀφιξόµεθα. τί δ’ ἂν εἴη λεῖπον ἄλλο γ’ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυµῶν γένεσιν οἱ παλαιοὶ συµβαίνειν. ἐναργέστερον δ’ ἂν γνωσθείη διὰ παραδείγµατος. οἶνον δή µοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιµµένον ζέοντά τε καὶ ἀλλοιούµενον ὑπὸ τῆς ἐν αὐτῷ θερµασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ µεταβολὴν δύο γεννώµενα περιττώµατα τὸ µὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ µὲν ἄνθος, οἶµαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ µὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δ’ ἑτέρῳ τὴν µέλαιναν εἰκάζων οὐκ ἂν ἁµάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυµῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ µὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνοµάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁµοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δ’ αὖ µέλαινα κακοηθεστέρα µὲν πολὺ καὶ αὕτη τῆς κατὰ φύσιν· ὄνοµα δ’ οὐδὲν ἴδιον κεῖται τῷ τοιούτῳ χυµῷ, πλὴν εἴ πού τινες ἢ ξυστικὸν ἢ ὀξώδη κεκλήκασιν αὐτόν, ὅτι καὶ δριµὺς ὁµοίως ὄξει γίγνεται καὶ ξύει γε τὸ σῶµα τοῦ ζῴου καὶ τὴν γῆν, εἰ κατ’ αὐτῆς ἐκχυθείη, καί τινα µετὰ ποµφολύγων οἷον ζύµωσίν τε καὶ ζέσιν ἐργάζεται, σηπεδόνος ἐπικτήτου προσελθούσης ἐκείνῳ τῷ κατὰ φύσιν ἔχοντι χυµῷ τῷ µέλανι. καί µοι δοκοῦσιν οἱ πλεῖστοι τῶν παλαιῶν ἰατρῶν αὐτὸ µὲν τὸ κατὰ φύσιν ἔχον τοῦ τοιούτου χυµοῦ καὶ διαχωροῦν κάτω καὶ πολλάκις ἐπιπολάζον ἄνω µέλανα καλεῖν χυµόν, οὐ µέλαιναν χολήν, τὸ δ’ ἐκ συγκαύσεώς τινος καὶ σηπεδόνος εἰς τὴν ὀξεῖαν µεθιστάµενον ποιότητα µέλαιναν ὀνοµάζειν χολήν. ἀλλὰ περὶ µὲν τῶν ὀνοµάτων οὐ χρὴ διαφέρεσθαι, τὸ δ’ ἀληθὲς ὧδ’ ἔχον εἰδέναι. κατὰ τὴν τοῦ αἵµατος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐµφερόµενον τῇ τροφῇ µὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐµφύτου θερµασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δ’ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δ’ ἂν τοῦτο τὸ θερµότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε µέλι καὶ ἡ πιµελή, ξανθὴ γενόµενον χολὴ διὰ τῶν χοληδόχων ὀνοµαζοµένων ἀγγείων ἐκκαθαίρεται. λεπτὸν δ’ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν ὠῶν ὅµοιον λεκίθοις. τοῦτο µὲν γὰρ ἤδη παρὰ φύσιν· θάτερον δὲ τὸ πρότερον εἰρηµένον κατὰ φύσιν ἐστίν· ὥσπερ γε καὶ τοῦ µέλανος χυµοῦ τὸ µὲν µήπω τὴν οἷον ζέσιν τε καὶ ζύµωσιν τῆς γῆς ἐργαζόµενον κατὰ φύσιν ἐστί, τὸ δ’ εἰς τοιαύτην µεθιστάµενον ἰδέαν τε καὶ δύναµιν ἤδη παρὰ φύσιν, ὡς ἂν τὴν ἐκ τῆς συγκαύσεως τοῦ παρὰ φύσιν θερµοῦ προσειληφὸς δριµύτητα καὶ οἷον τέφρα τις ἤδη γεγονός. ὧδέ πως καὶ ἡ κεκαυµένη τρὺξ τῆς ἀκαύστου διήνεγκε. θερµὸν γάρ τι χρῆµα αὕτη γ’ ἱκανῶς ἐστιν, ὥστε καίειν τε καὶ τήκειν καὶ διαφθείρειν τὴν σάρκα. τῇ δ’ ἑτέρᾳ τῇ µήπω κεκαυµένῃ τοὺς ἰατροὺς ἔστιν εὑρεῖν χρωµένους εἰς ὅσαπερ καὶ τῇ γῇ τῇ καλουµένῃ κεραµίτιδι καὶ τοῖς ἄλλοις, ὅσα ξηραίνειν θ’ ἅµα καὶ ψύχειν πέφυκεν. εἰς τὴν τῆς οὕτω συγκαυθείσης µελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη µεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθ’ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερµασίᾳ. τὰ δ’ ἄλλα τῶν χολῶν εἴδη σύµπαντα τὰ µὲν ἐκ τῆς τῶν εἰρηµένων κράσεως γίγνεται, τὰ δ’ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα µεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς µὲν ἀκράτους εἶναι καὶ µόνας, τὰ δ’ οἷον ὀρροῖς τισιν ἐξυγρασµένας. ἀλλ’ οἱ µὲν ὀρροὶ τῶν χυµῶν ἅπαντες περιττώµατα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶµα. τῶν δ’ εἰρηµένων χυµῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷµα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου µέρος, ὅσον καὶ οἷον, εἴπερ εἰς ὅλον ἠνέχθη τοῦ ζῴου τὸ σῶµα, βλάβην ἄν τιν’ εἰργάσατο. τὸ γὰρ ἱκανῶς παχὺ καὶ γεῶδες καὶ τελέως διαπεφευγὸς τὴν ἐν τῷ ἥπατι µεταβολὴν ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει· τὸ δ’ ἄλλο τὸ µετρίως παχὺ σὺν τῷ κατειργάσθαι πάντη φέρεται. δεῖται γὰρ ἐν πολλοῖς τοῦ ζῴου µορίοις παχύτητός τινος τὸ αἷµα καθάπερ οἶµαι καὶ τῶν ἐµφεροµένων ἰνῶν. καὶ εἴρηται µὲν καὶ Πλάτωνι περὶ τῆς χρείας αὐτῶν, εἰρήσεται δὲ καὶ ἡµῖν ἐν ἐκείνοις τοῖς γράµµασιν, ἐν οἷς ἂν τὰς χρείας τῶν µορίων διερχώµεθα· δεῖται δ’ οὐχ ἥκιστα καὶ τοῦ ξανθοῦ χυµοῦ τοῦ µήπω πυρώδους ἐσχάτως γεγενηµένου τὸ αἷµα καὶ τίς αὐτῷ καὶ ἡ παρὰ τοῦδε χρεία, δι’ ἐκείνων εἰρήσεται. φλέγµατος δ’ οὐδὲν ἐποίησεν ἡ φύσις
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина