Сочинения. Том 5 - Гален Клавдий
0/0

Сочинения. Том 5 - Гален Клавдий

Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 35 36 37 38 39 40 41 42 43 ... 182
ὑπάρχον οὐδὲν παρίησι πρὶν ἀκριβῶς λειωθῆναι, τοῦτ’ αἴτιον ὄντως ἐστί. πολλὰ γοῦν πολλάκις ὀπωρῶν ὀστᾶ µέγιστα καταπίνουσι πάµπολλοι καί τις δακτύλιον χρυσοῦν ἐν τῷ στόµατι φυλάττων ἄκων κατέπιε καὶ ἄλλος τις νόµισµα καὶ ἄλλος ἄλλο τι σκληρὸν καὶ δυσκατέργαστον, ἀλλ’ ὅµως ἅπαντες οὗτοι ῥᾳδίως ἀπεπάτησαν, ἃ κατέπιον, οὐδενὸς αὐτοῖς ἀκολουθήσαντος συµπτώµατος. εἰ δέ γ’ ἡ στενότης τοῦ πόρου τῆς γαστρὸς αἰτία τοῦ µένειν ἐπὶ πλέον ἦν τοῖς ἀτρίπτοις σιτίοις, οὐδὲν ἂν τούτων ποτὲ διεχώρησεν. ἀλλὰ καὶ τὸ τὰ πόµατ’ αὐτοῖς ἐν τῇ γαστρὶ παραµένειν ἐπὶ πλεῖστον ἱκανὸν ἀπάγειν τὴν ὑπόνοιαν τοῦ πόρου τῆς στενότητος· ὅλως γάρ, εἴπερ ἦν ἐν τῷ κεχυλῶσθαι τὸ θᾶττον ὑπιέναι, τά τε ῥοφήµατ’ ἂν οὕτω καὶ τὸ γάλα καὶ ὁ τῆς πτισάνης χυλὸς αὐτίκα διεξῄει πᾶσιν. ἀλλ’ οὐχ ὧδ’ ἔχει· τοῖς µὲν γὰρ ἀσθενέσιν ἐπὶ πλεῖστον ἐµπλεῖ ταῦτα καὶ κλύδωνας ἐργάζεται παραµένοντα καὶ θλίβει καὶ βαρύνει τὴν γαστέρα, τοῖς δ’ ἰσχυροῖς οὐ µόνον τούτων οὐδὲν συµβαίνει, ἀλλὰ καὶ πολὺ πλῆθος ἄρτων καὶ κρεῶν ὑποχωρεῖ ταχέως. οὐ µόνον δ’ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι καὶ µεταρρεῖν ἄλλοτ’ εἰς ἄλλα µέρη µετὰ κλύδωνος τὸ παραµένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκµήραιτ’ ἄν τις ἀλλὰ κἀκ τῶν ἐµέτων· ἔνιοι γὰρ οὐ µετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη µέσων παµπόλλου µεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήµεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσµένα. καὶ µὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐµπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡµεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθηµεν ἐξ ἀλεύρων µεθ’ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα µετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεµόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσµένα· πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα µονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων µηχανήσασθαι δυνατόν ἐστιν, ἀλλ’ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱµάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων µεταβολῇ γιγνόµενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφοµένῳ ποιότητα µεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται µὲν τηνικαῦτα τὸ κάτω στόµα, διεκπίπτει δ’ αὐτοῦ τὰ σιτία ῥᾳδίως, εἰ καὶ πλῆθός τι µεθ’ ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι µὴ δυναµένου. καί σοι τοῦτ’ ἔνεστιν ἐπὶ ζῴου θεάσασθαι στοχασαµένῳ τὸν καιρὸν τῆς κάτω διεξόδου. καὶ µέν γε καὶ εἰ σφαλείης ποτὲ τοῦ καιροῦ καὶ µηδὲν µήπω κάτω παρέρχοιτο πεττοµένων ἔτι κατὰ τὴν γαστέρα τῶν σιτίων, οὐδ’ οὕτως ἄκαρπος ἡ ἀνατοµή σοι γενήσεται· θεάσῃ γὰρ ἐπ’ αὐτῶν, ὅπερ ὀλίγῳ πρόσθεν ἐλέγοµεν, ἀκριβῶς µὲν µεµυκότα τὸν πυλωρόν, ἅπασαν δὲ τὴν γαστέρα περιεσταλµένην τοῖς σιτίοις τρόπον ὁµοιότατον, οἷόνπερ καὶ αἱ µῆτραι τοῖς κυουµένοις. οὐ γὰρ ἔστιν οὐδέποτε κενὴν εὑρεῖν χώραν οὔτε κατὰ τὰς ὑστέρας οὔτε κατὰ τὴν κοιλίαν οὔτε κατὰ τὰς κύστεις ἀµφοτέρας οὔτε κατὰ τὴν χοληδόχον ὀνοµαζοµένην οὔτε τὴν ἑτέραν· ἀλλ’ εἴτ’ ὀλίγον εἴη τὸ περιεχόµενον ἐν αὐταῖς εἴτε πολύ, µεσταὶ καὶ πλήρεις αὐτῶν αἱ κοιλίαι φαίνονται περιστελλοµένων ἀεὶ τῶν χιτώνων τοῖς περιεχοµένοις, ὅταν γε κατὰ φύσιν ἔχῃ τὸ ζῷον. ᾿Ερασίστρατος δ’ οὐκ οἶδ’ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωµάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωµένων ἀναδόσεως. ἐγὼ µὲν γὰρ µυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ µὲν ἔντερα πάντα περιστελλόµενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐπὶ µὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς περιειληφυῖαν ἀκίνητον, ὡς δοκεῖν ἡνῶσθαι καὶ περιπεφυκέναι τοῖς σιτίοις· ἐν δὲ τούτῳ καὶ τὸν πυλωρὸν εὕρισκον ἀεὶ µεµυκότα καὶ κεκλεισµένον ἀκριβῶς ὥσπερ τὸ τῶν ὑστερῶν στόµα ταῖς ἐγκύµοσιν· ἐπὶ µέντοι ταῖς πέψεσι συµπεπληρωµέναις ἀνέῳκτο µὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.

5. ῞Απαντ’ οὖν ἀλλήλοις ὁµολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐµφύτους δυνάµεις καθεκτικὰς µὲν τῶν οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι µὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔµπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθ’ ἑκάστην ἡµέραν εἰς τὴν γαστέρα, καὶ τοῦτ’ ἐναργῶς φαίνεται. καὶ µὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναµιν ἡ ἐκκριτικὴ καὶ µὴ µέση τις ἀµφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεµνοµένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ µὴν εὑρίσκεταί γε. ποτὲ µὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ µεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχοµένη. ταύτης µέν γε καὶ πρὸ τῆς ἀνατοµῆς αἰσθανόµεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριµύτητι δηχθεῖσαν, ἀθροιζούσης ἔτι τὸ οὖρον, ὡς οὔσης τινὸς κἀνταῦθα δυνάµεως καθεκτικῆς. οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριµύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ’ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατ’ ἄµφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ µέν γε καὶ οἱ ἔµετοι, τῷ πλήθει βαρυνθείσης αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωµάτων µὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθηµα τῆς ἄνω γαστρός ἐστιν. ὅταν µὲν γὰρ ἐν τοῖς κάτω µέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωµένων τῶν κατὰ τὸν στόµαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δ’ ἐν τοῖς κατὰ τὸ στόµα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐµέτους.

6. ῎Ενεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόµενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτ’, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλ’ εὐθὺς ἀνεµοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσµάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεµοῦσιν ἤ, εἰ κατάσχοιεν βιασάµενοι, ναυτιώδεις τ’ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν οὕτως ἐξ ἁπάντων τῶν φαινοµένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, µαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου µορίοις σχεδὸν ἅπασιν ἔφεσιν µέν τινα καὶ οἷον ὄρεξιν τῆς οἰκείας ποιότητος, ἀποστροφὴν δέ τινα καὶ οἷον µῖσός τι τῆς ἀλλοτρίας. ἀλλ’ ἐφιέµενα µὲν ἕλκειν εὔλογον, ἀποστρεφόµενα δ’ ἐκκρίνειν. κἀκ τούτων πάλιν ἥ θ’ ἑλκτικὴ δύναµις ἀποδείκνυται καθ’ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική. ἀλλ’ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι δι’ αὐτὸ τὸ ἕλκειν, ἀλλ’ ἵν’ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ µὴν ἀπολαύειν οὐ δύναται µὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναµις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται µὲν

1 ... 35 36 37 38 39 40 41 42 43 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий

Рейтинговые книги