Форма входа
Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий
Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
οὐδὲν χρήσιµον πρὸς ἰατρικὴν ἐπεσκέφθαι”. καὶ µήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυµὸν τοῦτον καὶ µεγάλως λυπεῖν, εἰ µὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν ὑπολαµβάνων γίγνεσθαι τολµᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν; ὑποκείσθω γὰρ ἐν µὲν τοῖς σιτίοις περιέχεσθαι, µὴ διακρίνεσθαι δ’ ἀκριβῶς ἐν ἥπατι· ταῦτα γὰρ ἀµφότερα νοµίζεις εἶναι δυνατά. καὶ µὴν οὐ σµικρὸν ἐνταῦθα τὸ διαφέρον ἢ ἐλαχίστην ἢ παµπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι σιτία. τὰ µὲν γὰρ ἀκίνδυνα [πάντη], τὰ δὲ παµπόλλην περιέχοντα τῷ µὴ δύνασθαι πᾶσαν αὐτὴν ἐν ἥπατι καθαρθῆναι καλῶς αἴτια καταστήσεται τῶν τ’ ἄλλων παθῶν, ὧν αὐτὸς ὁ ᾿Ερασίστρατος ἐπὶ πλήθει χολῆς γίγνεσθαί φησι, καὶ τῶν ἰκτέρων οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον ἰατρῷ γιγνώσκειν, πρῶτον µέν, ὡς ἐν τοῖς σιτίοις αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται, δεύτερον δ’, ὡς τὸ µὲν τεῦτλον, εἰ τύχοι, παµπόλλην, ὁ δ’ ἄρτος ἐλαχίστην καὶ τὸ µὲν ἔλαιον πλείστην, ὁ δ’ οἶνος ὀλιγίστην ἕκαστόν τε τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν; πῶς γὰρ οὐκ ἂν εἴη γε-λοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων; τί δ’ εἰ µὴ περιέχεται µὲν ἐν τοῖς σιτίοις ἡ χολή, γίγνεται δ’ ἐν τοῖς τῶν ζῴων σώµασιν; ἢ οὐχὶ καὶ κατὰ τοῦτο χρήσιµον ἐπίστασθαι, τίνι µὲν καταστάσει σώµατος ἕπεται πλείων αὐτῆς ἡ γένεσις, τίνι δ’ ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ µεταβάλλειν οἷοί τ’ ἐσµὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς µοχθηρὰς καταστάσεις τοῦ σώµατος. ἀλλ’ εἰ µὴ γιγνώσκοιµεν, καθότι µοχθηραὶ καὶ ὅπῃ τῆς δεούσης ἐξίστανται, πῶς ἂν αὐτὰς ἐπανάγειν οἷοί τ’ εἴηµεν ἐπὶ τὸ κρεῖττον; οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς ᾿Ερασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ µὴν οὐδ’ ἀδύνατον οὐδ’ ἀσαφὲς ἐξευρεῖν, ὅτι µὴ τῷ πλείστην ἐν ἑαυτῷπεριέχειν τὸ µέλι τὴν ξανθὴν χολὴν ἀλλ’ ἐν τῷ σώµατι µεταβαλλόµενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂν ἦν γευοµένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τ’ ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα τὸ πλῆθος. ἀλλ’ οὐχ ὧδ’ ἔχει τἀληθές. ἐν µὲν γὰρ τοῖς ἀκµάζουσι καὶ µάλιστ’ εἰ φύσει θερµότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν µεταβάλλει τὸ µέλι· τοῖς γέρουσι δ’ ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλ’ εἰς αἷµα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαµβάνον. ᾿Ερασίστρατος δὲ πρὸς τῷ µηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, µηδὲν εἶναι χρήσιµον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅµα τῷ αἵµατι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναµένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαµαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιµωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν. ἡδέως δ’ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόµην τοὺς ὁµιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώµαθ’ ἡµῶν ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς ᾿Αριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερµὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα µὲν θερµότερα φύσει, ταῦτα πάντως ἔναιµα, τὰ δ’ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιµα καὶ διὰ τοῦτο τοῦ χειµῶνος ἀργὰ καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵµατος οὐκ ᾿Αριστοτέλει µόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡµεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγµένα τοῖς παλαιοῖς λέγειν προὐθέµεθα, µήτε τῇ γνώµῃ µήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάµενοι· τὰ δ’ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρηµένα διὰ τὸ µηδ’ ὑπονοῆσαι µοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειµµένα τελέως ὑπ’ ἐκείνων ἀξιοῦµεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι. περὶ δὲ τῆς τῶν χυµῶν γενέσεως οὐκ οἶδ’, εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν ῾Ιπποκράτης εἶπε καὶ ᾿Αριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιµος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουµένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐµφύτου θερµασίας αἷµα µὲν ὑπὸ τῆς συµµετρίας τῆς κατ’ αὐτήν, οἱ δ’ ἄλλοι χυµοὶ διὰ τὰς ἀµετρίας γιγνόµενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθ’ ὁµολογεῖ τὰ φαινόµενα. καὶ γὰρ τῶν ἐδεσµάτων ὅσα µέν ἐστι θερµότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγµατικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστεραι µὲν αἱ θερµότεραι φύσει, φλεγµατωδέστεραι δ’ αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευµάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ µὲν ψυχρότεραι φλεγµατωδέστεραι, χολωδέστεραι δ’ αἱ θερµότεραι· καὶ νοσηµάτων τὰ µὲν ψυχρὰ τοῦ φλέγµατος ἔκγονα, τὰ δὲ θερµὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ µὴ τούτῳ τῷ λόγῳ µαρτυρεῖ. πῶς δ’ οὐ µέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν µορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐµποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ µόρια. καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήµατα τέτταρα τὸν ἀριθµὸν ὑπάρχει θερµότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ ᾿Ερασίστρατος ὁµολογεῖ καίτοι µὴ βουλόµενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, µὴ διότι τῆς ἐµφύτου θερµασίας ἡ συµµετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάµβανον, ἀλλ’ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁµοίως δύναται βεβλαµµένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται. γενοµένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσµατι, πρὶν µὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθ’ ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐµποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς µὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαµὲν ὀρθῶς λέγοντες. ἀλλ’ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι χρὴ τῷ λόγῳ. τὸ µὲν γὰρ ἕλκος οὐχ οἷόν τ’ ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδ’ ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ µὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερµασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.
Похожие на Сочинения. Том 5 - Гален Клавдий книги
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина