Сочинения. Том 5 - Гален Клавдий
0/0

Сочинения. Том 5 - Гален Клавдий

Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 17 18 19 20 21 22 23 24 25 ... 182
νεφρῶν καὶ τῆς κύστεως χώραν ὀδύνη τις ὀξεῖα διερχοµένου τοῦ λίθου τὸν οὐρητῆρα µηδ’ ὡς οὐρηθέντος αὐτοῦ τά τε τῆς ὀδύνης καὶ τὰ τῆς ἰσχουρίας ἐπαύσατο παραχρῆµα. πῶς οὖν εἰς τὴν κύστιν τῷ λόγῳ παράγει τὸ οὖρον, ἄξιον ἀκοῦσαι καὶ θαυµάσαι τἀνδρὸς τὴν σοφίαν, ὃς καταλιπὼν οὕτως εὐρείας ὁδοὺς ἐναργῶς φαινοµένας ἀφανεῖς καὶ στενὰς καὶ παντάπασιν ἀναισθήτους ὑπέθετο. βούλεται γὰρ εἰς ἀτµοὺς ἀναλυόµενον τὸ πινόµενον ὑγρὸν εἰς τὴν κύστιν διαδίδοσθαι κἄπειτ’ ἐξ ἐκείνων αὖθις ἀλλήλοις συνιόντων οὕτως ἀπολαµβάνειν αὐτὸ τὴν ἀρχαίαν ἰδέαν καὶ γίγνεσθαι πάλιν ὑγρὸν ἐξ ἀτµῶν ἀτεχνῶς ὡς περὶ σπογγιᾶς τινος ἢ ἐρίου [περὶ] τῆς κύστεως διανοούµενος, ἀλλ’ οὐ σώµατος ἀκριβῶς πυκνοῦ καὶ στεγανοῦ δύο χιτῶνας ἰσχυροτάτους κεκτηµένου, δι’ ὧν εἴπερ διέρχεσθαι φήσοµεν τοὺς ἀτµούς, τί δήποτ’ οὐχὶ διὰ τοῦ περιτοναίου καὶ τῶν φρενῶν διελθόντες ἐνέπλησαν ὕδατος τό τ’ ἐπιγάστριον ἅπαν καὶ τὸν θώρακα; ἀλλὰ παχύτερος, φησίν, ἐστὶ δηλαδὴ καὶ στεγανώτερος ὁ περιτόναιος χιτὼν τῆς κύστεως καὶ διὰ τοῦτ’ ἐκεῖνος µὲν ἀποστέγει τοὺς ἀτµούς, ἡ δὲ κύστις παραδέχεται. ἀλλ’ εἴπερ ἀνατετµήκει ποτέ, τάχ’ ἂν ἠπίστατο τὸν µὲν ἔξωθεν χιτῶνα τῆς κύστεως ἀπὸ τοῦ περιτοναίου πεφυκότα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχειν, τὸν δ’ ἔνδοθεν τὸν αὐτῆς τῆς κύστεως ἴδιον πλέον ἢ διπλάσιον ἐκείνου τὸ πάχος ὑπάρχειν. ἀλλ’ ἴσως οὔτε τὸ πάχος οὔθ’ ἡ λεπτότης τῶν χιτώνων, ἀλλ’ ἡ θέσις τῆς κύστεως αἰτία τοῦ φέρεσθαι τοὺς ἀτµοὺς εἰς αὐτήν. καὶ µὴν εἰ καὶ διὰ τἆλλα πάντα πιθανὸν ἦν αὐτοὺς ἐνταυθοῖ συναθροίζεσθαι, τό γε τῆς θέσεως µόνης αὔταρκες κωλῦσαι. κάτω µὲν γὰρ ἡ κύστις κεῖται, τοῖς δ’ ἀτµοῖς σύµφυτος ἡ πρὸς τὸ µετέωρον φορά, ὥστε πολὺ πρότερον ἂν ἔπλησαν ἅπαντα τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύµονα, πρὶν ἐπὶ τὴν κύστιν ἀφικέσθαι. καίτοι τί θέσεως κύστεως καὶ περιτοναίου καὶ θώρακος µνηµονεύω; διεκπεσόντες γὰρ δήπου τούς τε τῆς κοιλίας καὶ τῶν ἐντέρων χιτῶνας οἱ ἀτµοὶ κατὰ τὴν µεταξὺ χώραν αὐτῶν τε τούτων καὶ τοῦ περιτοναίου συναθροισθήσονται καὶ ὑγρὸν ἐνταυθοῖ γενήσονται, ὥσπερ καὶ τοῖς ὑδερικοῖς ἐν τούτῳ τῷ χωρίῳ τὸ πλεῖστον ἀθροίζεται τοῦ ὕδατος, ἢ πάντως αὐτοὺς χρὴ φέρεσθαι πρόσω διὰ πάντων τῶν ὁπωσοῦν ὁµιλούντων καὶ µηδέποθ’ ἵστασθαι. ἀλλ’ εἰ καὶ τοῦτό τις ὑπόθοιτο, διεκπεσόντες ἂν οὕτως οὐ τὸ περιτόναιον µόνον ἀλλὰ καὶ τὸ ἐπιγάστριον, εἰς τὸ περιέχον σκεδασθεῖεν ἢ πάντως ἂν ὑπὸ τῷ δέρµατι συναθροισθεῖεν. ἀλλὰ καὶ πρὸς ταῦτ’ ἀντιλέγειν οἱ νῦν ᾿Ασκληπιάδειοι πειρῶνται, καίτοι πρὸς ἁπάντων ἀεὶ τῶν παρατυγχανόντων αὐτοῖς, ὅταν περὶ τούτων ἐρίζωσι, καταγελώµενοι. οὕτως ἄρα δυσαπότριπτόν τι κακόν ἐστιν ἡ περὶ τὰς αἱρέσεις φιλοτιµία καὶ δυσέκνιπτον ἐν τοῖς µάλιστα καὶ ψώρας ἁπάσης δυσιατότερον. τῶν γοῦν καθ’ ἡµᾶς τις σοφιστῶν τά τ’ ἄλλα καὶ περὶ τοὺς ἐριστικοὺς λόγους ἱκανῶς συγκεκροτηµένος καὶ δεινὸς εἰπεῖν, εἴπερ τις ἄλλος, ἀφικόµενος ἐµοί ποθ’ ὑπὲρ τούτων εἰς λόγους, τοσοῦτον ἀπέδει τοῦ δυσωπεῖσθαι πρός τινος τῶν εἰρηµένων, ὥστε καὶ θαυµάζειν ἔφασκεν ἐµοῦ τὰ σαφῶς φαινόµενα λόγοις ληρώδεσιν ἀνατρέπειν ἐπιχειροῦντος. ἐναργῶς γὰρ ὁσηµέραι θεωρεῖσθαι τὰς κύστεις ἁπάσας, εἴ τις αὐτὰς ἐµπλήσειεν ὕδατος ἢ ἀέρος, εἶτα δήσας τὸν τράχηλον πιέζοι πανταχόθεν, οὐδαµόθεν µεθιείσας οὐδέν, ἀλλ’ ἀκριβῶς ἅπαν ἐντὸς ἑαυτῶν στεγούσας. καίτοι γ’ εἴπερ ἦσάν τινες ἐκ τῶν νεφρῶν εἰς αὐτὰς ἥκοντες αἰσθητοὶ καὶ µεγάλοι πόροι, πάντως ἄν, ἔφη, δι’ ἐκείνων, ὥσπερ εἰσῄει τὸ ὑγρὸν εἰς αὐτάς, οὕτω καὶ θλιβόντων ἐξεκρίνετο. ταῦτα καὶ τὰ τοιαῦτ’ εἰπὼν ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ τῷ στόµατι τελευτῶν ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡµᾶς ὡς οὐδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναµένους. οὕτως οὐ µόνον ὑγιὲς οὐδὲν ἴσασιν οἱ ταῖς αἱρέσεσι δουλεύοντες, ἀλλ’ οὐδὲ µαθεῖν ὑποµένουσι. δέον γὰρ ἀκοῦσαι τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι µὲν δύναται διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν τὸ ὑγρόν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν ὁδὸν οὐκέθ’ οἷόν τε, καὶ θαυµάσαι τὴν τέχνην τῆς φύσεως, οὔτε µαθεῖν ἐθέλουσι καὶ λοιδοροῦνται προσέτι µάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς γεγονέναι φάσκοντες. εἰσὶ δ’ οἳ καὶ δειχθῆναι παρόντων αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐµφυοµένους οὐρητῆρας ὑποµείναντες ἐτόλµησαν εἰπεῖν οἱ µέν, ὅτι µάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερµατικοί τινές εἰσι πόροι καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ εἰς τὸ κῦτος ἐµφύονται. δείξαντες οὖν ἡµεῖς αὐτοῖς τοὺς ὡς ἀληθῶς σπερµατικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων ἐµβάλλοντας εἰς τὸν τράχηλον, νῦν γοῦν, εἰ καὶ µὴ πρότερον, ᾠήθηµεν ἀπάξειν τε τῶν ψευδῶς ὑπειληµµένων ἐπί τε τἀναντία µεταστήσειν αὐτίκα. οἱ δὲ καὶ πρὸς τοῦτ’ ἀντιλέγειν ἐτόλµων οὐδὲν εἶναι θαυµαστὸν εἰπόντες, ἐν ἐκείνοις µὲν ὡς ἂν στεγανωτέροις οὖσιν ἐπὶ πλέον ὑποµένειν τὸ σπέρµα, κατὰ δὲ τοὺς ἀπὸ τῶν νεφρῶν ὡς ἂν ἱκανῶς ἀνευρυσµένους ἐκρεῖν διὰ ταχέων. ἡµεῖς οὖν ἠναγκάσθηµεν αὐτοῖς τοῦ λοιποῦ δεικνύειν εἰσρέον τῇ κύστει διὰ τῶν οὐρητήρων τὸ οὖρον ἐναργῶς ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου, µόγις ἂν οὕτω ποτὲ τὴν φλυαρίαν αὐτῶν ἐπισχήσειν ἐλπίζοντες. ὁ δὲ τρόπος τῆς δείξεώς ἐστι τοιόσδε. διελεῖν χρὴ τὸ πρὸ τῶν οὐρητήρων περιτόναιον, εἶτα βρόχοις αὐτοὺς ἐκλαβεῖν κἄπειτ’ ἐπιδήσαντας ἐᾶσαι τὸ ζῷον· οὐ γὰρ ἂν οὐρήσειεν ἔτι. µετὰ δὲ ταῦτα λύειν µὲν τοὺς ἔξωθεν δεσµούς, δεικνύναι δὲ κενὴν µὲν τὴν κύστιν, µεστοὺς δ’ ἱκανῶς καὶ διατεταµένους τοὺς οὐρητῆρας καὶ κινδυνεύοντας ῥαγῆναι κἄπειτα τοὺς βρόχους αὐτῶν ἀφελόντας ἐναργῶς ὁρᾶν ἤδη πληρουµένην οὔρου τὴν κύστιν. ἐπὶ δὲ τούτῳ φανέντι, πρὶν οὐρῆσαι τὸ ζῷον, βρόχον αὐτοῦ περιβαλεῖν χρὴ τῷ αἰδοίῳ κἄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν. οὐδὲ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι [ποτὲ] πρὸς τοὺς νεφρούς. κἀν τούτῳ δῆλον γίγνε-ται τὸ µὴ µόνον ἐπὶ τεθνεῶτος ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζῴου κωλύεσθαι µεταλαµβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν ἤδη τὸ ζῷον οὐρεῖν λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον, εἶτ’ αὖθις ἐπιβαλεῖν µὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συρρεῖν καί τινα διαλιπόντας χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ µὲν ἕτερος αὐτῶν ὁ δεδεµένος µεστὸς καὶ διατεταµένος κατὰ τὰ πρὸς τῶν νεφρῶν µέρη φαίνεται, ὁ δ’ ἕτερος ὁ λελυµένος αὐτὸς µὲν χαλαρός ἐστι, πεπλήρωκε δ’ οὔρου τὴν κύστιν. εἶτ’ αὖθις διατεµεῖν πρῶτον µὲν τὸν πλήρη καὶ δεῖξαι, πῶς ἐξακοντίζεται τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτοµίαις τὸ αἷµα, µετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεµεῖν κἄπειτ’ ἐπιδῆσαι τὸ ζῷον ἔξωθεν, ἀµφοτέρω διῃρηµένων, εἶθ’ ὅταν ἱκανῶς ἔχειν δοκῇ, λῦσαι τὸν δεσµόν. εὑρεθήσεται γὰρ ἡ µὲν κύστις κενή, πλῆρες δ’ οὔρου τὸ µεταξὺ τῶν ἐντέρων τε καὶ τοῦ περιτοναίου χωρίον ἅπαν, ὡς ἂν εἰ καὶ ὑδερικὸν
1 ... 17 18 19 20 21 22 23 24 25 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий

Рейтинговые книги