Сочинения. Том 5 - Гален Клавдий
0/0

Сочинения. Том 5 - Гален Клавдий

Уважаемые читатели!
Тут можно читать бесплатно Сочинения. Том 5 - Гален Клавдий. Жанр: Античная литература / Медицина / Науки: разное. Так же Вы можете читать полную версию (весь текст) онлайн книги без регистрации и SMS на сайте Knigi-online.info (книги онлайн) или прочесть краткое содержание, описание, предисловие (аннотацию) от автора и ознакомиться с отзывами (комментариями) о произведении.
Описание онлайн-книги Сочинения. Том 5 - Гален Клавдий:
В настоящее издание вошли пять трактатов Галена — выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания вплоть до научных открытий XVII в. Его сочинения содержат ценные сведения по истории медицины протонаучного периода. Каждый трактат сопровождается комментарием, в котором представлен историко-медицинский анализ основных идей Галена. Представленные в издании сочинения являются характерным примером связи общетеоретических, натурфилософских взглядов Галена и его практической деятельности как врача, демонстрируют прекрасное владение эмпирическим методом и навыками синтетического мышления, основанного на принципах рациональной медицины. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины и комплексно осмыслить историческое значение работ Галена. Книга предназначена для ученых, занимающихся проблемами истории и философии естествознания.
Читем онлайн Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 13 14 15 16 17 18 19 20 21 ... 182
οὐσίαν ἀλλοιώσεως ᾿Αριστοτέλει τε καὶ µετ’ αὐτὸν Χρυσίππῳ γέγραπται, παρακαλέσαι χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁµιλῆσαι γράµµασιν· εἰ δὲ γιγνώσκοντες ἔπειθ’ ἑκόντες τὰ χείρω πρὸ τῶν βελτιόνων αἱροῦνται, µάταια δήπου καὶ τὰ ἡµέτερα νοµιοῦσιν. ὅτι δὲ καὶ ῾Ιπποκράτης οὕτως ἐγίγνωσκεν ᾿Αριστοτέλους ἔτι πρότερος ὤν, ἐν ἑτέροις ἡµῖν ἀποδέδεικται. πρῶτος γὰρ οὗτος ἁπάντων ὧν ἴσµεν ἰατρῶν τε καὶ φιλοσόφων ἀποδεικνύειν ἐπεχείρησε τέτταρας εἶναι τὰς πάσας δραστικὰς εἰς ἀλλήλας ποιότητας, ὑφ’ ὧν γίγνεταί τε καὶ φθείρεται πάνθ’, ὅσα γένεσίν τε καὶ φθορὰν ἐπιδέχεται. καὶ µέντοι καὶ τὸ κεράννυσθαι δι’ ἀλλήλων αὐτὰς ὅλας δι’ ὅλων ῾Ιπποκράτης ἁπάντων [ὧν ἴσµεν] πρῶτος ἔγνω· καὶ τὰς ἀρχάς γε τῶν ἀποδείξεων, ὧν ὕστερον ᾿Αριστοτέλης µετεχειρίσατο, παρ’ ἐκείνῳ πρώτῳ γεγραµµένας ἔστιν εὑρεῖν. εἰ δ’ ὥσπερ τὰς ποιότητας οὕτω καὶ τὰς οὐσίας δι’ ὅλων κεράννυσθαι χρὴ νοµίζειν, ὡς ὕστερον ἀπεφήνατο Ζήνων ὁ Κιττιεύς, οὐχ ἡγοῦµαι δεῖν ἔτι περὶ τούτου κατὰ τόνδε τὸν λόγον ἐπεξιέναι. µόνην γὰρ εἰς τὰ παρόντα δέοµαι γιγνώσκεσθαι τὴν δι’ ὅλης τῆς οὐσίας ἀλλοίωσιν, ἵνα µή τις ὀστοῦ καὶ σαρκὸς καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου µορίων οἱονεὶ µισγάγκειάν τινα τῷ ἄρτῳ νοµίσῃ περιέχεσθαι κἄπειτ’ ἐν τῷ σώµατι διακρινόµενον ὡς τὸ ὁµόφυλον ἕκαστον ἰέναι. καίτοι πρό γε τῆς διακρίσεως αἷµα φαίνεται γιγνόµενος ὁ πᾶς ἄρτος. εἰ γοῦν παµπόλλῳ τις χρόνῳ µηδὲν ἄλλ’ εἴη σιτίον προσφερόµενος, οὐδὲν ἧττον ἐν ταῖς φλεψὶν αἷµα περιεχόµενον ἕξει. καὶ φανερῶς τοῦτο τὴν τῶν ἀµετάβλητα τὰ στοιχεῖα τιθεµένων ἐξελέγχει δόξαν, ὥσπερ οἶµαι καὶ τοὔλαιον εἰς τὴν τοῦ λύχνου φλόγα καταναλισκόµενον ἅπαν καὶ τὰ ξύλα πῦρ µικρὸν ὕστερον γιγνόµενα. καίτοι τό γ’ ἀντιλέγειν αὐτοῖς ἠρνησάµην, ἀλλ’ ἐπεὶ τῆς ἰατρικῆς ὕλης ἦν τὸ παράδειγµα καὶ χρῄζω πρὸς τὸν παρόντα λόγον αὐτοῦ, διὰ τοῦτ’ ἐµνηµόνευσα. καταλιπόντες οὖν, ὡς ἔφην, τὴν πρὸς τούτους ἀντιλογίαν, <ἐνὸν> τοῖς βουλοµένοις τὰ τῶν παλαιῶν ἐκµανθάνειν κἀξ ὧν ἡµεῖς ἰδίᾳ περὶ αὐτῶν ἐπεσκέµµεθα, τὸν ἐφεξῆς λόγον ἅπαντα ποιησόµεθα ζητοῦντες ὑπὲρ ὧν ἐξ ἀρχῆς προὐθέµεθα, πόσαι τε καὶ τίνες εἰσὶν αἱ τῆς φύσεως δυνάµεις καὶ τί ποιεῖν ἔργον ἑκάστη πέφυκεν. ἔργον δὲ δηλονότι καλῶ τὸ γεγονὸς ἤδη καὶ συµπεπληρωµένον ὑπὸ τῆς ἐνεργείας αὐτῶν, οἷον τὸ αἷµα, τὴν σάρκα, τὸ νεῦρον· ἐνέργειαν δὲ τὴν δραστικὴν ὀνοµάζω κίνησιν καὶ τὴν ταύτης αἰτίαν δύναµιν. ἐπεὶ γὰρ ἐν τῷ τὸ σιτίον αἷµα γίγνεσθαι παθητικὴ µὲν ἡ τοῦ σιτίου, δραστικὴ δ’ ἡ τῆς φλεβὸς γίγνεται κίνησις, ὡσαύτως δὲ κἀν τῷ µεταφέρειν τὰ κῶλα κινεῖ µὲν ὁ µῦς, κινεῖται δὲ τὰ ὀστᾶ, τὴν µὲν τῆς φλεβὸς καὶ τῶν µυῶν κίνησιν ἐνέργειαν εἶναί φηµι, τὴν δὲ τῶν σιτίων τε καὶ τῶν ὀστῶν σύµπτωµά τε καὶ πάθηµα· τὰ µὲν γὰρ ἀλλοιοῦται, τὰ δὲ φέρεται. τὴν µὲν οὖν ἐνέργειαν ἐγχωρεῖ καλεῖν καὶ ἔργον τῆς φύσεως, οἷον τὴν πέψιν, τὴν ἀνάδοσιν, τὴν αἱµάτωσιν, οὐ µὴν τό γ’ ἔργον ἐξ ἅπαντος ἐνέργειαν· ἡ γάρ τοι σὰρξ ἔργον µέν ἐστι τῆς φύσεως, οὐ µὴν ἐνέργειά γε. δῆλον οὖν, ὡς θάτερον µὲν τῶν ὀνοµάτων διχῶς λέγεται, θάτερον δ’ οὔ.

3. ᾿Εµοὶ µὲν οὖν καὶ ἡ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὡδί πως ἐνεργεῖν δοκεῖ. εἰσὶ δέ γε µὴν οὐκ ὀλίγοι τινὲς ἄνδρες οὐδ’ ἄδοξοι, φιλόσοφοί τε καὶ ἰατροί, τῷ µὲν θερµῷ καὶ τῷ ψυχρῷ τὸ δρᾶν ἀναφέροντες, ὑποβάλλοντες δ’ αὐτοῖς παθητικὰ τὸ ξηρόν τε καὶ τὸ ὑγρόν. καὶ πρῶτός γ’ ᾿Αριστοτέλης τὰς τῶν κατὰ µέρος ἁπάντων αἰτίας εἰς ταύτας ἀνάγειν πειρᾶται τὰς ἀρχάς, ἠκολούθησε δ’ ὕστερον αὐτῷ καὶ ὁ ἀπὸ τῆς στοᾶς χορός. καίτοι τούτοις µέν, ὡς ἂν καὶ αὐτῶν τῶν στοιχείων τὴν εἰς ἄλληλα µεταβολὴν χύσεσί τέ τισι καὶ πιλήσεσιν ἀναφέρουσιν, εὔλογον ἦν ἀρχὰς δραστικὰς ποιήσασθαι τὸ θερµὸν καὶ τὸ ψυχρόν,᾿Α-ριστοτέλει δ’ οὐχ οὕτως, ἀλλὰ ταῖς τέτταρσι ποιότησιν εἰς τὴν τῶν στοιχείων γένεσιν χρωµένῳ βέλτιον ἦν καὶ τὰς τῶν κατὰ µέρος αἰτίας ἁπάσας εἰς ταύτας ἀνάγειν. τί δήποτ’ οὖν ἐν µὲν τοῖς περὶ γενέσεως καὶ φθορᾶς ταῖς τέτταρσι χρῆται, ἐν δὲ τοῖς µετεωρολογικοῖς καὶ τοῖς προβλήµασι καὶ ἄλλοθι πολλαχόθι ταῖς δύο µόναις; εἰ µὲν γὰρ ὡς ἐν τοῖς ζῴοις τε καὶ τοῖς φυτοῖς µᾶλλον µὲν δρᾷ τὸ θερµὸν καὶ τὸ ψυχρόν, ἧττον δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀποφαίνοιτό τις, ἴσως ἂν ἔχοι καὶ τὸν ῾Ιπποκράτην σύµψηφον· εἰ δ’ ὡσαύτως ἐν ἅπασιν, οὐκέτ’ οἶµαι συγχωρήσειν τοῦτο µὴ ὅτι τὸν ῾Ιπποκράτην ἀλλὰ µηδ’ αὐτὸν τὸν ᾿Αριστοτέλην µεµνῆσθαί γε βουλόµενον ὧν ἐν τοῖς περὶ γενέσεως καὶ φθορᾶς οὐχ ἁπλῶς ἀλλὰ µετ’ ἀποδείξεως αὐτὸς ἡµᾶς ἐδίδαξεν. ἀλλὰ περὶ µὲν τούτων κἀν τοῖς περὶ κράσεων, εἰς ὅσον ἰατρῷ χρήσιµον, ἐπεσκεψάµεθα.

4. ῾Η δ’ οὖν δύναµις ἡ ἐν ταῖς φλεψὶν ἡ αἱµατοποιητικὴ προσαγορευοµένη καὶ πᾶσα δ’ ἄλλη δύναµις ἐν τῷ πρός τι νενόηται· πρώτως µὲν γὰρ τῆς ἐνεργείας [ἡ δύναµις] αἰτία, ἤδη δὲ καὶ τοῦ ἔργου κατὰ συµβεβηκός. ἀλλ’ εἴπερ ἡ αἰτία πρός τι, τοῦ γὰρ ὑπ’ αὐτῆς γενοµένου µόνου, τῶν δ’ ἄλλων οὐδενός, εὔδηλον, ὅτι καὶ ἡ δύναµις ἐν τῷ πρός τι. καὶ µέχρι γ’ ἂν ἀγνοῶµεν τὴν οὐσίαν τῆς ἐνεργούσης αἰτίας, δύναµιν αὐτὴν ὀνοµάζοµεν, εἶναί τινα λέγοντες ἐν ταῖς φλεψὶν αἱµατοποιητικήν, ὡσαύτως δὲ κἀν τῇ κοιλίᾳ πεπτικὴν κἀν τῇ καρδίᾳ σφυγµικὴν καὶ καθ’ ἕκαστον τῶν ἄλλων ἰδίαν τινὰ τῆς κατὰ τὸ µόριον ἐνεργείας. εἴπερ οὖν µεθόδῳ µέλλοιµεν ἐξευρήσειν, ὁπόσαι τε καὶ ὁποῖαί τινες αἱ δυνάµεις εἰσίν, ἀπὸ τῶν ἔργων αὐτῶν ἀρκτέον· ἕκαστον γὰρ αὐτῶν ὑπό τινος ἐνεργείας γίγνεται καὶ τούτων ἑκάστης προηγεῖταί τις αἰτία.

5. ῎Εργα τοίνυν τῆς φύσεως ἔτι µὲν κυουµένου τε καὶ διαπλαττοµένου τοῦ ζῴου τὰ σύµπαντ’ ἐστὶ τοῦ σώµατος µόρια, γεννηθέντος δὲ κοινὸν ἐφ’ ἅπασιν ἔργον ἡ εἰς τὸ τέλειον ἑκάστῳ µέγεθος ἀγωγὴ καὶ µετὰ ταῦθ’ ἡ µέχρι τοῦ δυνατοῦ διαµονή· ἐνέργειαι δ’ ἐπὶ τρισὶ τοῖς εἰρηµένοις ἔργοις τρεῖς ἐξ ἀνάγκης, ἐφ’ ἑκάστῳ µία, γένεσίς τε καὶ αὔξησις καὶ θρέψις. ἀλλ’ ἡ µὲν γένεσις οὐχ ἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ’ ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος. ἵνα µὲν γὰρ ὀστοῦν γένηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβληµένην οὐσίαν, ἐξ ἧς γίγνεται τὸ ζῷον· ἵνα δὲ καὶ σχῆµα τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ ἀποφύσεις καὶ συµφύσεις καὶ τἆλλα τὰ τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουµένην οὐσίαν, ἣν δὴ καὶ ὕλην τοῦ ζῴου καλῶν, ὡς τῆς νεὼς τὰ ξύλα καὶ τῆς εἰκόνος τὸν κηρόν, οὐκ ἂν ἁµάρτοις. ἡ δ’ αὔξησις ἐπίδοσίς ἐστι καὶ διάστασις κατὰ µῆκος καὶ πλάτος καὶ

1 ... 13 14 15 16 17 18 19 20 21 ... 182
На этой странице вы можете бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий бесплатно.

Оставить комментарий

Рейтинговые книги