Читем онлайн Сочинения. Том 2 - Гален Клавдий
ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀµφιδόξως, τὰ δὲ σπανίως. ὅσα µὲν οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήµατι συµπτώµατα, παθογνωµονικὰ προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσµατα βέβαια τῶν νοσηµάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης, ἤτοι τῆς διαφορᾶς ἐστι τοῦ νοσήµατος, ἢ τοῦ ἤθους, ἢ τοῦ µεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγµατος ἑνὸς ἑκάστου τῶν εἰρηµένων τὴν δύναµιν, ἵν’ ἐντεῦθεν ὁρµώµενος ἔχῃς γυµνάζειν σεαυτὸν ὁµοίως ἐν ἅπασι κατὰ τὴν αὐτὴν µέθοδον. ὑποκείσθω φλεγµαίνειν ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑµήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγµονὴ, συµπτώµατα µὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον, ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται δὲ τὸ ἄλγηµα µόνον, ὃ κατὰ τὰς πλευρὰς ἐρείδει νυγµατῶδες γιγνόµενον. ἀλγεῖ µὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγµονὴ τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγµατώδης, ὅτι καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑµενώδης. κατὰ δὲ τὴν πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ µὲν δὴ καὶ µέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπεζωκὼς ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπεται διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος· ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγµαίνῃ, πάντως πυρέττουσιν, ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζωκὼς µὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδηµα τύχῃ. καὶ µὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων ἔσται τῷ πεπονθότι τόπῳ, διότι µέρος ἐστὶν ἀναπνευστικοῦ τινος ὀργάνου. τὸ µέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ µέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη διεστάλθαι µέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προκαταλύει τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω τῆς χρείας πεπληρωµένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ τὴν δευτέραν ἐνέργειαν ἰέναι, µηκέτ’ ἠρεµοῦντα τοσοῦτον, ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ πνεῦµα µικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγµῶν ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγµονῇ τοῦ ὑπεζωκότος, ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτηρίαι, διότι µὲν πυρέττουσι µεῖζον, καὶ θᾶττον, καὶ πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγµαῖνον, ἅµα τάσει τε καὶ σκληρότητι. ταῦτα µὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ συµπτώµατα τῇ φλεγµονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ κἀκ τῶν ἑποµένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν ἀντικειµένην, ἢ ἐπ’ ἀµφοτέρας παραπλησίως. διπλοῦ γὰρ ὄντος τοῦ ὑπεζωκότος, εἰ µὲν οὖν τὸ περὶ τοῖς ὀστοῖς ἔξωθεν αὐτοῦ µέρος ἰσχυρότερον φλεγµαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντικείµενον κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος· εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συµβαίνειν εἴωθεν, ἐπὶ τὸ ἀντικείµενον ὀδυνῶνται µᾶλλον κλινόµενοι· κρέµαται γὰρ αὐτοῖς τὸ φλεγµαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπονθὸς, ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέµαται, ἀλλ’ ἀµφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ θατέρου τοῦ ἀπαθοῦς ἐστήρικται. παθόντων δὲ ἀµφοτέρων τῶν µερῶν τοῦ ὑπεζωκότος, ὁµοίως ἐπ’ ἀµφοτέραις ταῖς πλευραῖς κλίνονται. καὶ µὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγηµα τοῖς µὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν φύσιν τοῦ πεπονθότος γίνεται µορίου, καὶ τὸ τῆς φλεγµονῆς σύµπτωµα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφρά γµατος ἅπαντος, τῶν µὲν ἄνω µερῶν αὐτοῦ φλεγµαινόντων, ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον ἐξήκει τὸ ἄλγηµα. µικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ µέσα τῶν πλευρῶν γενέσθαι τὴν φλεγµονὴν, ἵν’ εἰς µηδέτερον ἐξίκηται, ὡς ἥ γε µεγάλη πρὸς ἄµφω διϊκνεῖται. καὶ µὴν καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγµαίνοντος µορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσηµα γενήσεται καὶ τὸ µόριον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόµατι φλεγµαίνουσιν ἅπασι συµπίπτει καὶ τοῖς ὀφθαλµοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν ὑγρῶν ἡ φλεγµονὴ, καὶ τὸ µέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρµα πεπιληµένον τε καὶ πυκνόν. ὅταν µὲν οὖν πολλή τε ἅµα καὶ λεπτὴ κατὰ τὸ φλεγµαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ µόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’ ἔµπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦµα, καὶ τὸ σῶµα πυκνὸν ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει µὲν εἰς βῆχα, πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται, βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν τὸ µὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ τῷ βήττειν οὐκ ἀχώριστον µὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνόµενον. εἰ µέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης µὲν χρωσθήσεται τὸ σίελον, οὐ µὴν ἀεί γε ταὐτῷ χρώµατι, διότι µηδ’ ἐν τῷ φλεγµαίνοντι µέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν. ὅταν µὲν οὖν αἱµατῶδες ἢ χολῶδες ὑπάρχῃ, τοιοῦτον δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγµονὴν ἐργαζόµενον ῥεῦµα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ περιεχοµένου χυµοῦ κατὰ τὸ φλεγµαῖνον· ἐρυθρὸν µὲν, ὅταν αἱµατικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’, ὅτε πικρόχολόν ἐστιν. εἰ µέντοι φλεγµατώδης χυµὸς πρῶτον σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν φλεγµονὴν ἐργασαµένου ῥεύµατος, τηνικαῦτα ἀποπτύουσιν ἀφρώδη. πτύουσι δὲ καὶ µέλανά ποτε, κατοπτηθέντος τοῦ ῥεύµατος, ἄν θ’ αἱµατικὸν, ἄν τε πικρόχολον ᾖ. συνενδείξεται οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος µορίου διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύµατος. ὥστ’ ἐκ τῶν εἰρηµένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν ἑκάστου τῶν πεπονθότων µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι καὶ τὴν πρὸς τὰ παρακείµενα κοινωνίαν εἰς τὴν τῶν νοσηµάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακείµενα κοινωνίαν, εὔδηλον εἶναι νοµίζω, κᾂν ἐγὼ µὴ λέγω.
16. Εὔδηλον δ’ ἐκ τῶν εἰρηµένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσηµάτων τε καὶ συµπτωµάτων γενέσεις· εἰς δὲ τοῦτο καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήµατα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων µορίων ἅµα ταῖς διαθέσεσι καὶ πρὸς τὰς τοῦ νοσήµατος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ µέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσηµάτων ἐκ τῶν αὐτῶν τούτων λαµβάνεται. τὸ µέγεθος µὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν µεγέθους καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήµατος καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειµένου παραδείγµατος ὀλεθριώτατος µέν ἐστιν