Сочинения. Том 2 - Гален Клавдий
- Дата:13.08.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 2
- Автор: Гален Клавдий
- Просмотров:1
- Комментариев:0
Аудиокнига "Сочинения. Том 2" от Галена Клавдия
📚 "Сочинения. Том 2" - это вторая часть сборника произведений выдающегося автора Галена Клавдия. В этой аудиокниге собраны самые яркие и запоминающиеся произведения писателя, которые поразят своей глубиной и философским подтекстом.
Главный герой книги - это обычный человек, сталкивающийся с необычными жизненными ситуациями и проблемами. Он ищет ответы на вечные вопросы о смысле жизни, справедливости и любви. Слушая его историю, каждый найдет что-то свое, что заставит задуматься и по-новому взглянуть на окружающий мир.
🎧 На сайте knigi-online.info вы можете бесплатно и без регистрации слушать аудиокниги онлайн на русском языке. Здесь собраны лучшие произведения разных жанров, чтобы каждый мог найти что-то по душе. Будь то романы, детективы, фэнтези или научно-популярные книги - у нас есть все!
Об авторе
Гален Клавдий - талантливый писатель, чьи произведения завоевали сердца миллионов читателей по всему миру. Его книги отличаются глубоким смыслом, увлекательным сюжетом и неповторимым стилем. Каждое произведение автора - это увлекательное путешествие в мир фантазии и мудрости.
Не упустите возможность окунуться в увлекательный мир аудиокниги "Сочинения. Том 2" от Галена Клавдия на сайте knigi-online.info! 🎉
Науки: разное
Шрифт:
Интервал:
Закладка:
42. Τὸ δ’ ἀναληπτικόν τε καὶ ἀναθρεπτικὸν ἐπὶ τῶν ἀνακοµιζοµένων ἐκ νόσου καὶ γερόντων. ὁποία δέ τίς ἐστι καὶ ἡ τούτων διάθεσις, ὑπὸ τίνων τε µάλιστα αἰτίων εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται, τελεώτατα µὲν ἐν τοῖς τῆς θεραπευτικῆς µεθόδου γράµµασι δεδήλωται· διὰ κεφαλαίων δ’ ἂν ῥηθείη καὶ νῦν. ἡ µὲν οὖν διάθεσίς ἐστι τοιάδε. χρηστὸν µὲν, ἀλλ’ ὀλίγον τὸ αἷµα, καὶ σὺν αὐτῷ τό τε ζωτικὸν ὀνοµαζόµενον πνεῦµα, καὶ τὸ ψυχικόν. αὐτὰ δὲ τὰ στερεὰ µόρια ξηρότερα, καὶ διὰ τοῦτο καὶ αἱ δυνάµεις αὐτῶν ἀῤῥωστότεραι, καὶ διὰ ταύτας ὅλον τὸ σῶµα ψυχρότερον. αἴτια δ’ ὑγιεινὰ, τὰ τὴν εἰρηµένην ἐπανορθούµενα διάθεσιν ἑνὶ µὲν κεφαλαίῳ περιλαβεῖν, ὅσα ταχεῖαν µὲν καὶ ἀσφαλῆ θρέψιν ἐργάζεται· κατὰ µέρος δὲ, ἐν ταῖς συµµέτροις κινήσεσι, καὶ σιτίοις, καὶ πόµασι, καὶ ὕπνοις. εἰσὶ δὲ ὕλαι τῶν µὲν κινήσεων αἱ αἰῶραι, καὶ περίπατοι, καὶ τρίψεις, καὶ λουτρά. καὶ εἰ πολὺ βελτίους ἐπὶ τούτοις γίνοιντο, καὶ τῶν συνήθων ἔργων ἐπ’ ὀλίγον ἁπτέσθωσαν. τῶν δὲ σιτίων κατ’ ἀρχὰς µὲν ὑγραὶ, καὶ εὔπεπτοι, καὶ µὴ ψυχραὶ, προϊόντων δὲ καὶ αἱ τροφιµώτεραι, πόµα δὲ ἐπιτήδειον οἶνος, ἡλικίᾳ µὲν σύµµετρος, ἰδέᾳ δὲ καθαρός τε καὶ διαυγὴς, ἤτοι λευκὸς, ἢ ὑπόξανθος, ὀσµῇ ἡδὺς, µέτριος ἐν τῷ γεύεσθαι, µήθ’ ὑδατώδης τὸ πᾶν, µήτε τινὰ σφοδρὰν ἐνδεικνύµενος ποιότητα, µήτ’ οὖν στρυφνότητα, µήτε δριµύτητα, µήτε πικρότητα. λέγεται δ’, ὡς ἀρτίως εἶπον, ἐν τοῖς θεραπευτικοῖς ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν· νυνὶ γὰρ οὐ διελθεῖν ἅπαντα τὰ κατὰ µέρος ἡµῖν πρόκειται, µόνον δ’ ἀναµνῆσαι τῶν κεφαλαίων, ὧν ἐν ἑτέραις πραγµα-τείαις ἐποιησάµεθα τὴν διέξοδον, ἃς προσγράψας, ὁπόσαι τέ εἰσι καὶ ποῖαι, καταπαύσω τὸν λόγον ἐνταῦθα. [κατάλογος.] εἴρηται µὲν οὖν καὶ πρόσθεν, ὡς ἔστιν ἓν ἄλλο βιβλίον, ἐν ᾧ περὶ συστάσεως τῆς ἰατρικῆς τέχνης διερχόµεθα. προηγεῖται δ’ αὐτοῦ τὰ πρότερα δύο περὶ τεχνῶν συστάσεως. ἀλλὰ ταῦτα µὲν ἅµα τῷ νῦν περανθέντι χωρὶς τῶν κατὰ διέξοδόν ἐστι πραγµατειῶν· ἐκεῖναι δὲ τήνδε τὴν τάξιν ἔχουσι. περὶ µὲν οὖν τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ἓν βιβλίον ἐστίν. ἑξῆς δ’ αὐτῷ τρία περὶ κράσεων. ὧν τὰ µὲν δύο περὶ τῶν ἐν τοῖς ζώοις ἐστὶ κράσεων, τὸ τρίτον δὲ ὑπὲρ τῶν ἐν τοῖς φαρµάκοις. διὸ καὶ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως πραγµατείαν οὐχ οἷόν τε κατανοῆσαι καλῶς ἄνευ τοῦ τὸ τρίτον ἀκριβῶς ἀναγνῶναι περὶ κράσεων. ἔστι δὲ καὶ ἄλλο βιβλίον µικρὸν, ἑπόµενον τοῖς πρώτοις δύο περὶ κράσεων, τὸ περὶ τῆς ἀνωµάλου δυσκρασίας ἐπιγραφόµενον· ὁµοίως δ’ αὐτῷ καὶ ἄλλα δύο µικρὰ, τὸ µὲν περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώµατος, τὸ δὲ περὶ εὐεξίας. τρίβιβλος δ’ ἄλλη πραγµατεία ἡ περὶ φυσικῶν δυνάµεών ἐστιν· ἣν εἴτε µετὰ τὰ δύο περὶ κράσεων, εἴτε µετὰ τὸ περὶ στοιχείων ἀναγινώσκειν τις ἐθέλοι, δύναιτ’ ἂν ἔσεσθαι. µετὰ δὲ ταύτην ἐν πλείοσι πραγµατείαις ὑπὲρ τῶν ψυχικῶν ἐνεργειῶν διέξιµεν. ἐπεὶ δὲ εἰς τὰς ἀποδείξεις αὐτῶν οὐ σµικρὸν ὄφελός ἐστι τὰ διὰ τῶν ἀνατοµῶν φαινόµενα, πρώταις ἐκείναις ἐγγυµνάσασθαι προσήκει. ἔστι δὲ χρησιµωτάτη µὲν αὐτῶν ἡ τῶν ἀνατοµικῶν ἐγχειρήσεων. ἄλλαι δέ τινες ἐπ’ αὐταῖς πλείους, ἐν δυοῖν µὲν περὶ ἀνατοµικῆς διαφωνίας, ἐν ἑνὶ δὲ περὶ τῆς τῶν τεθνεώτων ἀνατοµῆς· οἷς ἐφεξῆς δύο περὶ τῆς ἐπὶ τῶν ζώντων. ἐν ἄλλοις δέ τισι κατὰ µέρος, ὅσα τοῖς εἰσαγοµένοις ἐποιησάµεθα, τὰ περὶ ὀστῶν, καὶ ἡ τῶν µυῶν ἀνατοµὴ, καὶ ἡ τῶν νεύρων, καὶ ἡ τῶν ἀρτηριῶν καὶ φλεβῶν, καί τινα τοιαῦτα ἕτερα. τῶν τοιούτων δ’ ἐστὶ, καὶ εἰ κατὰ φύσιν τὸ ἐν ἀρτηρίαις αἷµα. τὰ δὲ τὰς ἐνεργείας αὐτῶν ἀποδεικνύντα, δύο µέν εἰσι περὶ µυῶν κινήσεων, τρία δὲ περὶ θώρακος καὶ πνεύµονος κινήσεως, οἷς ἐφεξῆς ὑπὲρ τῶν τῆς ἀναπνοῆς αἰτίων, οἷς ἕπεται τὰ περὶ φωνῆς. ὑπὲρ ἡγεµονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγµατείας ἐδηλώσαµεν, ἣν περὶ τῶν ῾Ιπποκράτους καὶ Πλάτωνος δογµάτων ἐπιγράφοµεν. ἐκ τούτου τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρµατος ἰδίᾳ γεγραµµένα, καὶ προσέτι τῆς ῾Ιπποκράτους ἀνατοµῆς, οἷς ἅπασιν ἡ περὶ χρείας µορίων ἕπεται πραγµατεία. εἰς δὲ τὰς διαγνώσεις τῶν νοσηµάτων ἥ τε περὶ τῶν πεπονθότων τόπων καὶ ἡ περὶ σφυγµῶν πραγµατεία χρήσιµος ὑπάρχει, καθ’ ἣν καὶ τὰς προγνώσεις διδάσκοµεν. ἡγεῖται δὲ τῆς περὶ σφυγµῶν δύο βιβλία, τὸ περὶ χρείας ἀναπνοῆς, καὶ τὸ περὶ χρείας σφυγµῶν. αὕτη δὲ ἡ περὶ τῶν σφυγµῶν πραγµατεία εἰς τέτταρα µέρη νενέµηται· πρῶτον µὲν τὸ περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ περὶ τῆς διαγνώσεως, καὶ τρίτον τὸ περὶ τῶν ἐν τοῖς σφυγµοῖς αἰτίων, καὶ τέταρτον περὶ τῆς διὰ τῶν σφυγµῶν προγνώσεως. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ τὸ τοῖς εἰσαγοµένοις περὶ τῶν σφυγµῶν γεγραµµένον. ἐννοῶ δὲ καὶ ἄλλο τι ποιῆσαι βιβλίον ἓν οἷον ἐπιτοµὴν ἁπάντων, ὅπερ ἤτοι τέχνην περὶ σφυγµῶν, ἢ σύνοψιν ἐπιγράψω. χρήσιµον δὲ εἰς τὴν τοιαύτην θεωρίαν ἐστὶ, καὶ δι’ ὧν ἐξηγοῦµαί τε ἅµα καὶ κρίνω τὸ περὶ σφυγµῶν ᾿Αρχιγένους βιβλίον. εἰς δὲ τὰς προγνώσεις χρησιµωτάτη µάλιστά ἐστιν ἡ περὶ κρίσεων πραγµατεία· προηγεῖται δ’ αὐτῆς ἡ περὶ τῶν κρισίµων. ἀλλὰ καὶ ἡ περὶ δυσπνοίας πρὸς διάγνωσίν τε τῆς παρούσης διαθέσεως καὶ πρόγνωσιν τῶν ἐσοµένων ἀγαθῶν ἢ κακῶν περὶ τὸν κάµνοντα χρήσιµος ὑπάρχει. ταῦτά τε οὖν ἅπαντα, καὶ σὺν αὐτοῖς ἔνια µονόβιβλά ἐστι γινώσκεσθαι χρήσιµα, καθάπερ τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων, καὶ τὸ περὶ τῆς ἰατρικῆς ἐµπειρίας, καὶ τὸ περὶ τῆς λεπτυνούσης διαίτης, ἔτι τε τὸ περὶ τῆς φλεβοτοµίας πρὸς ᾿Ερασίστρατον, καὶ τὸ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὡσαύτως δὲ καὶ τὸ περὶ πλήθους, ἕτερά τέ τινα τοιαῦτα. πάντων δὲ ἀναγκαιότερα πρὸς τὴν θεραπευτικὴν µέθοδόν ἐστιν τό τε περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς, καὶ τὸ περὶ τῆς τῶν συµπτωµάτων, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐν ᾧ τὰς αἰτίας τῶν νόσων διέξιµεν, ἐφ’ οἷς ἄλλα τρία, ἐν οἷς τὰς ἐπὶ τοῖς συµπτώµασιν αἰτίας ἐξηγούµεθα, τά τε περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεώς ἐστιν, ὧν ἔµπροσθεν ἐµνηµόνευσα, καὶ τὰ περὶ συνθέσεως φαρµάκων, οἷς τὰ τῆς θεραπευτικῆς ἕπεται µεθόδου γεγραµµένης ἡµῖν ἰδίᾳ, καὶ τῆς τῶν ὑγιεινῶν πραγµατείας. ὅτι δὲ καὶ πρὸ ἁπάντων τούτων ἐγγεγυµνάσθαι χρὴ τῇ περὶ τῆς ἀποδείξεως
- Сочинения. Том 5 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Улыбка - Рэй Брэдбери - Научная Фантастика
- Тактическая медицина современной иррегулярной войны (СИ) - Евич Юрий Юрьевич - ---
- 20-ть любительских переводов (сборник) - Рид Роберт - Мистика
- И грянул гром… (Том 4-й дополнительный) - Вашингтон Ирвинг - Научная Фантастика