Сочинения. Том 2 - Гален Клавдий
- Дата:13.08.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 2
- Автор: Гален Клавдий
- Просмотров:1
- Комментариев:0
Аудиокнига "Сочинения. Том 2" от Галена Клавдия
📚 "Сочинения. Том 2" - это вторая часть сборника произведений выдающегося автора Галена Клавдия. В этой аудиокниге собраны самые яркие и запоминающиеся произведения писателя, которые поразят своей глубиной и философским подтекстом.
Главный герой книги - это обычный человек, сталкивающийся с необычными жизненными ситуациями и проблемами. Он ищет ответы на вечные вопросы о смысле жизни, справедливости и любви. Слушая его историю, каждый найдет что-то свое, что заставит задуматься и по-новому взглянуть на окружающий мир.
🎧 На сайте knigi-online.info вы можете бесплатно и без регистрации слушать аудиокниги онлайн на русском языке. Здесь собраны лучшие произведения разных жанров, чтобы каждый мог найти что-то по душе. Будь то романы, детективы, фэнтези или научно-популярные книги - у нас есть все!
Об авторе
Гален Клавдий - талантливый писатель, чьи произведения завоевали сердца миллионов читателей по всему миру. Его книги отличаются глубоким смыслом, увлекательным сюжетом и неповторимым стилем. Каждое произведение автора - это увлекательное путешествие в мир фантазии и мудрости.
Не упустите возможность окунуться в увлекательный мир аудиокниги "Сочинения. Том 2" от Галена Клавдия на сайте knigi-online.info! 🎉
Науки: разное
Шрифт:
Интервал:
Закладка:
29. Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶµα, µὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγµένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωµάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ µὲν οὖν τῇ κράσει τῶν ὁµοιοµερῶν παραλλάττον, ἐν µέντοι τῇ συµµετρίᾳ τῶν ὀργανικῶν µορίων µὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν µὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ µὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώµατος ὅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ µὲν γὰρ θερµότερα σώµατα· θερµοτέρων δεῖται διαιτηµάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ µὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερµότερά τε καὶ ξηρότερα τῶν θερµοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συµφύτους αὐτῶν δυνάµεις ἐπιστάµενος· οἷον ὅτι κίνησις µὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶµα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερµαινόντων καὶ ψυχόντων ἐπιτηδευµάτων, καὶ ἐδεσµάτων, καὶ ποµάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν κατὰ τὸ σῶµα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάµεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁµοίας τοῖς ὁµοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώµατος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ µετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον µὲν τοῖς προειρηµένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ µέσων, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρµόττειν ἐλέγοµεν. τὴν γὰρ θερµοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερµὰ καὶ ξηρὰ διαιτήµατα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερµοτέρα καὶ ξηροτέρα. τὸ µὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συµφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρηµένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν µέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι µὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ µετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνοµάζοµεν; ἔπρεπε γὰρ αὐτὸ µᾶλλον ἴσως ἀλλοιω-τικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συµφύτων ἁµαρτηµάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα µὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαµεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν µὲν οὖν ὁµοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώµατος µέρεσιν ὁµοία καὶ ἡ ἐπιµέλεια· τῶν δ’ οὐχ ὁµοίων οὐχ ὁµοία. δύναται γὰρ ἡ µὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερµοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον µορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερµότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συµµέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτηµάτων. οὔτ’ οὖν ἐξ ἴσου γυµνάσοµεν ἅπαντα τῶν τοιούτων τὰ µόρια τοῦ σώµατος, οὔθ’ ὡσαύτως ὑγρανοῦµεν καὶ ξηρανοῦµεν, ἤ τι τῶν ἄλλων πράξοµεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγµατείᾳ.
30. Τὰ δὲ τῶν ὀργανικῶν µορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλµα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα µὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλµάτων, ἄλλα δὲ τῶν παρὰ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν. ἐν µὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλµατα. καὶ γὰρ καὶ τὸ σχῆµα τοῦ µορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόµιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συµµετρίας, ἐπ’ ὀλίγον µὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωµάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθµῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁµοιοµερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡµῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν µερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη µὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶµα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα µὲν οὖν ἡµάρτηται µόρια κατὰ τὸ σχῆµα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ µὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ µὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡµάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται µὲν ἔτι αὐξανόµενα, τελειωθέντα δὲ οὐ δύναται. µικρὰς µὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, µεγάλας δὲ ἐνέργειά τε τῶν µερῶν καὶ κατάληψις ἐργάζεται πνεύµατος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ στόµια. καὶ µὲν δὴ καὶ ὅσα µείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. µείζω δ’ ἀποτελεῖται τὰ µόρια κινήσει τῇ κατὰ φύσιν ἅµα τρίψει συµµέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷµα. τῶν δὲ λειπόντων µορίων, ὅσα µὲν ἐξ αἵµατος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρµατος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅµως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ µὲν φύσις ἐστὶ δηµιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθµὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, µετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡµαρτηµένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁµαρτήµατα δύναται συστῆναι περὶ µόριον ἓν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα µικράν τε ἅµα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγµατος ἐπικειµένην
- Сочинения. Том 5 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Улыбка - Рэй Брэдбери - Научная Фантастика
- Тактическая медицина современной иррегулярной войны (СИ) - Евич Юрий Юрьевич - ---
- 20-ть любительских переводов (сборник) - Рид Роберт - Мистика
- И грянул гром… (Том 4-й дополнительный) - Вашингтон Ирвинг - Научная Фантастика