Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Шрифт:
Интервал:
Закладка:
17. Τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόµασιν ἑαυτοὺς ἐσέµνυναν ᾿Ερασιστρατείους τε καὶ ᾿Ασκληπιαδείους ἐπονοµάσαντες, ὁµοίως τοῖς ὑπὸ τοῦ βελτίστου Μενάνδρου κατὰ τὰς κωµῳδίας εἰσαγοµένοις οἰκέταις, Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουµένοις σφίσι πεπρᾶχθαι γενναῖον, εἰ µὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην, οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσµατα συνέθεσαν, οἱ µέν, ἵνα µηδ’ ὅλως ἐξελεγχθείη ποτ’ ᾿Ασκληπιάδης ψευδόµενος, οἱ δ’, ἵνα κακῶς εἴπωσιν, ἃ καλῶς ἐσιώπησεν ᾿Ερασίστρατος. ἀλλὰ τῶν µὲν ᾿Ασκληπιαδείων ἅλις. οἱ δ’ ᾿Ερασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ πάσχουσι καὶ παντοῖοι γίγνονται πιθανὸν ἐξευρεῖν τι ζητοῦντες αἴτιον ὁλκῆς µὴ δεόµενον. οἱ µὲν δὴ πλησίον ᾿Ερασιστράτου τοῖς χρόνοις γενόµενοι τὰ µὲν ἄνω τῶν νεφρῶν µόρια καθαρὸν αἷµα λαµβάνειν φασί, τῷ δὲ βάρος ἔχειν τὸ ὑδατῶδες περίττωµα βρίθειν τε καὶ ὑπορρεῖν κάτω· διηθούµενον δ’ ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς χρηστὸν οὕτω γενόµενον ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέµπεσθαι τὸ αἷµα. καὶ µέχρι γέ τινος εὐδοκίµησεν ἥδε ἡ δόξα καὶ ἤκµασε καὶ ἀληθὴς ἐνοµίσθη· χρόνῳ δ’ ὕστερον καὶ αὐτοῖς τοῖς ᾿Ερασιστρατείοις ὕποπτος ἐφάνη καὶ τελευτῶντες ἀπέστησαν αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα µήτε συγχωρούµενα πρός τινος ἀλλ’ οὐδ’ ἀποδειχθῆναι δυνάµενα, πρῶτον µὲν τὸ βάρος τῆς ὀρρώδους ὑγρότητος ἐν τῇ κοίλῃ [πρώτῃ] φλεβὶ γεννώµενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον, ὁπότ’ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέρρει κάτω; πῶς δ’ ἄν τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα; δεύτερον δ’ ἄτοπον, ὅτι κἂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα καὶ µὴ κατ’ ἄλλο χωρίον ἢ τὴν κοίλην φλέβα, τίνα τρόπον εἰς τοὺς νεφροὺς ἐµπεσεῖται, χαλεπόν, µᾶλλον δ’ ἀδύνατον εἰπεῖν, µήτ’ ἐν τοῖς κάτω µέρεσι κειµένων αὐτῶν τῆς φλεβὸς ἀλλ’ ἐκ τῶν πλαγίων µήτ’ ἐµφυοµένης εἰς αὐτοὺς τῆς κοίλης ἀλλ’ ἀπόφυσίν τινα µόνον εἰς ἑκάτερον πεµπούσης, ὥσπερ καὶ εἰς τἆλλα πάντα µόρια. τίς οὖν ἡ διαδεξαµένη ταύτην δόξα καταγνωσθεῖσαν; ἐµοὶ µὲν ἠλιθιωτέρα µακρῷ φαίνεται τῆς προτέρας. ἤκµασε δ’ οὖν καὶ αὕτη ποτέ. φασὶ γάρ, εἰ κατὰ τῆς γῆς ἐκχυθείη µεµιγµένον ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι καὶ ῥυήσεσθαι τὸ µὲν τῇδε, τὸ δὲ τῇδε. θαυµαστὸν οὖν οὐδὲν εἶναί φασιν, εἰ τὸ µὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νεφροὺς ῥεῖ, τὸ δ’ αἷµα διὰ τῆς κοίλης φέρεται κάτω. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ ἀπὸ τῆς κοίλης µυρίων ἐκπεφυκυιῶν φλεβῶν αἷµα µὲν εἰς τὰς ἄλλας ἁπάσας, ἡ δ’ ὀρρώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς φεροµένας ἐκτρέπεται; τοῦτ’ αὐτὸ τὸ ζητούµενον οὐκ εἰρήκασιν, ἀλλὰ τὸ γιγνόµενον εἰπόντες µόνον οἴονται τὴν αἰτίαν ἀποδεδωκέναι. πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν χειρίστην ἁπασῶν δόξαν ἐξευρηµένην [δὲ] νῦν ὑπὸ Λύκου τοῦ Μακεδόνος, εὐδοκιµοῦσαν δὲ διὰ τὸ καινὸν ἤδη λέγωµεν. ἀπεφήνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου τινὸς χρησµὸν ἀποφθεγγόµενος, περίττωµα τῆς τῶν νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι µὲν οὖν αὐτὸ τὸ πινόµενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι µετὰ τῶν διαχωρηµάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθ’ ἑκάστην ἡµέραν οὐρουµένων. ἐν χειµῶνι δὲ µάλιστα µαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων µέν, κωθωνιζοµένων δέ, καὶ µάλιστ’ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριµος. οὐροῦσι γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσονπερ καὶ πίνουσιν. ὅτι δὲ καὶ ὁ ᾿Ερασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραµµα τῶν καθόλου λόγων ἐπίστανται. ὥσθ’ ὁ Λύκος οὔτ’ ἀληθῆ φαίνεται λέγων οὔτ’ ᾿Ερασιστράτεια, δῆλον δ’ ὡς οὐδ’ ᾿Ασκληπιάδεια, πολὺ δὲ µᾶλλον οὐδ’ ῾Ιπποκράτεια. λευκῷ τοίνυν κατὰ τὴν παροιµίαν ἔοικε κόρακι µήτ’ αὐτοῖς τοῖς κόραξιν ἀναµιχθῆναι δυναµένῳ διὰ τὴν χρόαν µήτε ταῖς περιστεραῖς διὰ τὸ µέγεθος, ἀλλ’ οὔτι που τούτου γ’ ἕνεκα παροπτέος· ἴσως γάρ τι λέγει θαυµαστόν, ὃ µηδεὶς τῶν ἔµπροσθεν ἔγνω. τὸ µὲν οὖν ἅπαντα τὰ τρεφόµενα µόρια ποιεῖν τι περίττωµα συγχωρούµενον, τὸ δὲ τοὺς νεφροὺς µόνους, οὕτω σµικρὰ σώµατα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν ἐνίοτε περιττώµατος οὔθ’ ὁµολογούµενον οὔτε λόγον ἔχον· τὸ γὰρ ἑκάστου τῶν µειζόνων σπλάγχνων περίττωµα πλεῖον ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύµονος, εἴπερ ἀνάλογον τῷ µεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλάσιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθ’ ὅλος µὲν ὁ θώραξ ἐµπλησθήσεται,
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина