Сочинения. Том 2 - Гален Клавдий
- Дата:13.08.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 2
- Автор: Гален Клавдий
- Просмотров:1
- Комментариев:0
Аудиокнига "Сочинения. Том 2" от Галена Клавдия
📚 "Сочинения. Том 2" - это вторая часть сборника произведений выдающегося автора Галена Клавдия. В этой аудиокниге собраны самые яркие и запоминающиеся произведения писателя, которые поразят своей глубиной и философским подтекстом.
Главный герой книги - это обычный человек, сталкивающийся с необычными жизненными ситуациями и проблемами. Он ищет ответы на вечные вопросы о смысле жизни, справедливости и любви. Слушая его историю, каждый найдет что-то свое, что заставит задуматься и по-новому взглянуть на окружающий мир.
🎧 На сайте knigi-online.info вы можете бесплатно и без регистрации слушать аудиокниги онлайн на русском языке. Здесь собраны лучшие произведения разных жанров, чтобы каждый мог найти что-то по душе. Будь то романы, детективы, фэнтези или научно-популярные книги - у нас есть все!
Об авторе
Гален Клавдий - талантливый писатель, чьи произведения завоевали сердца миллионов читателей по всему миру. Его книги отличаются глубоким смыслом, увлекательным сюжетом и неповторимым стилем. Каждое произведение автора - это увлекательное путешествие в мир фантазии и мудрости.
Не упустите возможность окунуться в увлекательный мир аудиокниги "Сочинения. Том 2" от Галена Клавдия на сайте knigi-online.info! 🎉
Науки: разное
Шрифт:
Интервал:
Закладка:
2. ᾿Ιατρική ἐστιν ἐπιστήµη ὑγιεινῶν, καὶ νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν τις εἴποι. τοῦ µὲν οὖν τῆς ἐπιστήµης ὀνόµατος κοινῶς τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεταιἴ τὸ µὲν ὡς σῶµα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σηµεῖον. καὶ γὰρ τὸ ἐπιδεκτικὸν σῶµα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σηµεῖον, ἅπαντα ταῦτα καλοῦσιν οἱ ῞Ελληνες ὑγιεινά. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσώδη τά τε ἐπιδεκτικὰ νόσων σώµατα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων αἴτια, καὶ τὰ δηλωτικὰ σηµεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα κατὰ τὸν αὐτὸν λόγον σώµατά τε καὶ αἴτια καὶ σηµεῖα. καί ἐστι κατὰ πρῶτον µὲν λόγον ἐπιστήµη τῶν ὑγιεινῶν αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ µετὰ ταῦτα τῶν σωµάτων, πρῶτον µὲν κἤνταῦθα τῶν ὑγιεινῶν, ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ τῶν σηµείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν µέντοι ταῖς πράξεσι, πρότερον µὲν τῶν σωµάτων ἡ διάγνωσις, ἐκ τῶν σηµείων δηλονότι, µετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται, τὸ µὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀµφοῖν οὖσαν ἐπιστήµην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται, τό τε διὰ παντòς καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν ἀµφοτέρων τούτων ἐπιστήµη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον, αἴτιόν τε, καὶ σηµεῖον, καὶ σῶµα, τό τε ἁπλῶς λεγόµενον καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ µὲν τῷ µηδ’ ἑτέρου τῶν ἐναντίων µετέχειν, τὸ δὲ τῷ τῶν ἀµφοτέρων, τὸ δὲ τῷ ποτὲ µὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ µὲν τῷ µετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν ἀµφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ λέγειν τὴν ἰατρικὴν ἐπιστήµην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν, καὶ οὐδετέρων, σηµαίνεται µὲν καὶ τὸ πάντων τῶν κατὰ µέρος, σηµαίνεται δὲ καὶ τὸ ὁποίων, σηµαίνεται δὲ καὶ τό τινων. ἀλλὰ τὸ µὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον, τὸ δέ τινων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁµοίων τεχνικόν τε ἅµα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ µέρος, ὅπερ καὶ περιέχεσθαί φαµεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόµεθα οὖν ἀπὸ τῶν σωµάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ, καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. µετὰ δὲ ταῦτα τὸν περὶ τῶν σηµείων τε καὶ αἰτίων διεξέλθωµεν λόγον.
3. ῾Υγιεινόν ἐστιν ἁπλῶς σῶµα τὸ ἐκ γενετῆς εὔκρατον µὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις µορίοις· σύµµετρον δὲ τοῖς ἐκ τούτων συγκειµένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶµα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύµµετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συµµετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώµατος, διὰ παντὸς µὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συµµετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόµενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶµα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον τοῖς ὀργανικοῖς, ἢ ἀµφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶµα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀµφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις µορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυµµετρότατον, ὁµοίως καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶµα, τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόµενον, οὔπω δ’ ἐν τῷ µέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶµα τριχῶς ἐλέγετο, τὸ µὲν µηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων µετέχον, τὸ δὲ τῷ ἀµφοτέρων, τὸ δὲ τῷ, ποτὲ µὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ µὲν τὸ πρῶτον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ µέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώµατος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ µὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ µέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ µὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαµένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ µεταβολάς τινας λαµβάνον. κατὰ δὲ τὸ δεύτερον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ ἐναντίων ἅµα διαθέσεων µετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν µόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν µὲν, εἰ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀµφοτέρας µὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν τῶν µορίων, ἢ τὴν θέσιν ἐσφαλµένον, ἢ ἔµπαλιν ἐν τούτοις µὲν κατωρθωµένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διηµαρτηµένον. ἐν διαφέρουσι δὲ µορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅµα µετέχειν. καὶ διὰ παντὸς µὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας µένον ὅµοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ µεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶµα, κατὰ τὸ δεύτερον σηµαινόµενον, ἢ τῷ περὶ ἓν µόριον, τὰ µὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ
- Сочинения. Том 5 - Гален Клавдий - Античная литература / Медицина / Науки: разное
- Улыбка - Рэй Брэдбери - Научная Фантастика
- Тактическая медицина современной иррегулярной войны (СИ) - Евич Юрий Юрьевич - ---
- 20-ть любительских переводов (сборник) - Рид Роберт - Мистика
- И грянул гром… (Том 4-й дополнительный) - Вашингтон Ирвинг - Научная Фантастика