Читем онлайн Сочинения. Том 2 - Гален Клавдий
δὲ οἷον τρόµου, παθήµατος αὐτῆς, οὐκέτ’ ἐναργῶς, ἀλλ’ εἰ προσέχοις τῷ λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς. ὅταν οὖν ἐδηδοκότι σοι µήτε κλύδων τις ἐνοχλῇ, µήτε πνευµάτωσις, ἀλλὰ µήτε παλµός τις εἴη, µήτε λὺγξ, ἀήθους δ’ ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί τε καὶ κάµνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ βάρος ἢ ἄνω ἅµα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος ἕπηται, τόθ’ ἡγοῦ τὴν γαστέρα περιεστάλθαι µὲν τοῖς σιτίοις, ἀλλ’ οἷον τροµωδῶς. ἡ δὲ οἷον κλονώδης κίνησις ἐν τοῖς ῥίγεσι µάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαµβάνουσα τὰ µόρια. περὶ µὲν δὴ τούτων ἐπιπλέον ἐν τοῖς µετὰ τοῦτο λεχθήσεται γράµµασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην ἤδη τῆς γαστρὸς µετέλθωµεν δύναµιν, τὴν ἀποκριτικήν τε καὶ προωστικὴν ὀνοµαζοµένην, ἧς ἡ µὲν οἷον στέρησις ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· ἡ δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται ἐν βραδείαις τισὶ περιττωµάτων διεξόδοις· ἡ δ’ οἷον πληµµελὴς κίνησις, ὅταν ἤτοι πρὶν τελειωθῆναι τὴν πέψιν ἐξορµήση πρὸς τὴν ἐνέργειαν, ἢ βραδύνῃ καὶ µέλλῃ τελειωθείσης, ἢ µετά τινος ἤδη τῶν εἰρηµένων γίνεται συµπτωµάτων, ἢ ἄλλως πως ἀνωµάλως, ἢ οἷον ἀκρατῶς αὐτοῖς ἐµπίπτει τοῖς σιτίοις ἡ γαστὴρ, ἀταµίευτον ἔχουσα τὴν κίνησιν ὁµοίως τοῖς εἰς τὸ κάταντες θέουσιν, εἶτα στῆναι µὴ δυναµένοις, ἐπὶ µὲν δὴ τῆς γαστρὸς, ὡς ὀργάνου πέψεως, εἴρηται τὰ συµπτώµατα· καθότι δὲ καὶ τρέφεσθαι δεῖται, καὶ τὸ θρέψον ἕλκειν εἰς ἑαυτὴν, καὶ κατέχειν γε, µέχρι περ ἂν ἀλλοιώσῃ καὶ ἀποκρίνῃ τὸ περιττὸν, ἕτερον ἶσον ἀριθµὸν κτήσεται συµπτωµάτων, ὡς ὁµοιοµερὲς σῶµα. τάχα οὖν ἂν εἴη κάλλιον ἅπαντα τὰ περὶ τὴν θρεπτικὴν ἐνέργειαν διελθεῖν συµπτώµατα, τῷ τε γαστρὸς σώµατι καὶ τοῖς ἄλλοις ἅπασι µορίοις ὑπάρχοντα κοινά· σαφέστερος γὰρ ὁ λόγος οὕτως ἂν γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐναργέστερόν τ’ ἄν τις διδάξειε τὸ µικρῷ πρόσθεν εἰρηµένον, ὡς ἔστι καὶ σύµπτωµα συµπτώµατος αἴτιον. ἑνὸς γοῦν συµπτώµατος τῆς ἀτροφίας, εἴτε καθ’ ὅλον αὕτη γίνοιτο τὸ ζῶον, εἴτε καθ’ ἕν τι µόριον αὐτοῦ, πλείω προηγεῖται συµπτώµατα. δεοµένου γὰρ τοῦ µέλλοντος θρέψεσθαι καλῶς ἕλκειν τε πρὸς ἑαυτὸ τὴν οἰκείαν τροφὴν καὶ κατέχειν αὐτὴν ἄχρις ἂν ἀλλοιῶσαν ἐξοµοιώσῃ, καὶ µέντοι καὶ ἀποκρίνειν τὸ περιττόν·ὄντος δὲ καὶ αὐτοῦ τοῦ περιττοῦ διττοῦ κατὰ γένος, ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν, ἢ τῷ ποιῷ, ἀνάγκη πᾶσα τὸ ἀτροφοῦν µόριον ἢ δι’ ἕν τι τῶν εἰρηµένων τοῦτο πάσχειν, ἢ διὰ πλείω. εἴτε γὰρ ἐλλιπῶς ἕλκει τὸ θρέψον, ἢ µηδ’ ὅλως, ἢ µοχθηρῶς ἀτροφήσει τὸ µόριον·εἴτε τοῦτο µὲν ὅσον τε ἐχρῆν εἶναι καὶ οἷον ἐπάρδοιτο, σύµπτωµα δέ τι περὶ τὴν καθεκτικὴν δύναµιν εἴη τοῖς ἐπὶ τῆς γαστρὸς εἰρηµένοις ἀνάλογον, ἀτροφήσει καὶ οὕτως. εἰ δὲ καὶ τούτων τῶν δυνάµεων ἀµέµπτως ἐνεργουσῶν ἡ ἀποκριτικὴ σφάλλοιτο πλέον ἢ προσῆκε κενοῦσα, καὶ οὕτως ἂν ἰσχνὸν καὶ ἄτροφον ἀποδειχθείη τὸ µόριον. ἀλλὰ µὴν καὶ τῆς ἀλλοιωτικῆς δυνάµεως τὰ συµπτώµατα, τὸ µὲν οἷον στέρησις, ὅπερ ἀπεψίαν ἔφαµεν ὀνοµάζεσθαι, ἄντικρυς δῆλον, ὡς ἰσχνὸν ἐργάζεται τὸ µόριον·τὸ δ’ οἷον ἀῤῥωστία τις, ὅπερ καλοῦµεν βραδυπεψίαν, ἐν χρόνῳ µὲν πλείονι, σαφῆ δ’ οὖν καὶ αὐτὴ ποιήσει ποτὲ τὴν ἰσχνότητα· τῷ δὲ τρίτῳ συµπτώµατι, τῆς δυσπεψίας ἀνάλογον, οὐκ ἰσχνὸν καὶ ἄτροφον, ἀλλ’ ἐξηλλαγµένον τὴν ἰδέαν ἀποδείξει τὸ µόριον, ὥσπερ ἔν τε ταῖς λεύκαις καὶ ταῖς ἐλεφαντιάσεσι φαίνεται. προσέχειν δὲ ἐνταῦθα χρὴ τὸν νοῦν καὶ διορίζειν, πότερον χυµοῦ τινος ἐπιῤῥυέντος, ἢ τῶν στερεῶν αὐτῶν οὕτω διακειµένων ἐξήλλακται τὰ τῆς χροιᾶς. εἰ µὲν γὰρ διὰ χυµὸν, ἐξ ἑτέρου γένους τὸ σύµπτωµά ἐστι, καὶ οὐ τῆς ἀλλοιωτικῆς δυνάµεως τὸ σφάλµα· εἰ δ’ ὅλον δι’ ὅλου τὸ µόριόν ἐστιν οἷον οὐκ ἐχρῆν εἶναι, τῆς ἀλλοιωτικῆς δυνάµεως. γίνεται µὲν γὰρ κᾀν τοῖς ἰκτερικοῖς ἐξάλλαξις τοῦ κατὰ φύσιν χρώµατος, ἀλλὰ τοῦτο µὲν σύµπτωµά ἐστι τῆς δια-κριτικῆς ἐνεργείας, πλὴν εἰ µὴ τῶν φλεβῶν αὐτῶν πάθος ποθ’ ὑπάρχει, τηνικαῦτα γὰρ τῆς ἀλλοιωτικῆς ἐστιν· ἡ δὲ καθ’ ἕκαστον µόριον ἴδιος ἄχροια, εἰ µὴ διά τινα χυµὸν ἔξωθεν ἐπίῤῥυτον γίνεται, οἷον δυσπεψία τίς ἐστι τῆς ἐν αὐτῷ δυνάµεως ἀλλοιωτικῆς τε καὶ πεπτικῆς. ἐξέλωµεν δὴ ταύτην ἐν τῷ παρόντι λόγῳ τὴν ἀτροφίαν κακοτροφίαν τινὰ οὖσαν· ἐπὶ δὲ τὴν στερητικὴν τῆς θρέψεως ὀνοµαζοµένην ἀτροφίαν ἐπανελθόντες ἀναµνήσωµεν, ὡς αὕτη τε σύµπτωµά ἐστι καὶ ἕπεται συµπτώµασιν ἄλλοτ’ ἄλλοις, ἤτοι περὶ τὴν ἑλκτικὴν, ἢ περὶ τὴν καθεκτικὴν, ἢ τὴν ἀποκριτικὴν δύναµιν, ἢ καὶ περὶ τὴν ἀλλοιωτικὴν αὐτὴν γιγνοµένοις. ἁπάντων δὲ τούτων τῶν συµπτωµάτων αἴτια τὰ νοσήµατα. φέρε γὰρ ἐλλιπῶς ἐπί τι µόριον ἕλκεσθαι τὴν τροφὴν, καὶ διὰ τοῦτ’ ἀτροφεῖν αὐτὸ, νόσηµα ἐξανάγκης προηγεῖταί τι ταύτης τῆς ἐλλιποῦς ἕλξεως· εἴρηται γὰρ ὅταν αὐτὸ τὸ µόριον ἀῤῥωστότερον ἐφ’ ἑαυτὸ τὴν τροφὴν ἐπισπᾶται, πάντως δή που δύσκρατον ὑπάρχειν· νόσος δὲ ἡ δυσκρασία· εἰ δ’ εὔκρατον µὲν εἴη τὸ µόριον, ἔµφραξις δέ τις ἐν τοῖς τῆς ἀναδόσεως ὀργάνοις ὑπάρχουσα παρεµποδίζει τὴν ἀνάδοσιν, ἡ µὲν ἔµφραξις νόσηµα, σύµπτωµα δ’ αὐτῆς ἡ βλάβη τῆς ἀναδόσεως. οὐ µόνον δὲ ἐπερχόµενος ἕκαστον τῶν συµπτωµάτων, ὅσα διά τινα βλάβην ἐνεργείας γίνεται, µάθοις ἂν ὡς προηγεῖταί τι νόσηµα πάντως αὐτῶν, ἀλλὰ κᾀξ αὐτῆς τῆς οὐσίας τῶν πραγµάτων ἔνεστί σοι χωρὶς ἐπαγωγῆς συλλογίζεσθαι. τὴν µὲν γὰρ ὑγείαν αἰτίαν ἐνεργείας ἐθέµεθα, τὴν δὲ νόσον αἰτίαν ἐνεργείας βλάβης· ἀλλὰ καὶ τὰ συµπτώµατα, περὶ ὧν δὴ νῦν τὸν λόγον ποιούµεθα, βλάβας ἐνεργειῶν ὑπάρχειν ἔφαµεν. ἐκ δὲ τούτων ὑποκειµένων συµβαίνει, τοῦ τοιούτου γένους τῶν συµπτωµάτων αἰτίας εἶναι τὰς νόσους.
5. ῞Οτι δὲ καὶ τὰ τῶν λοιπῶν δύο γενῶν αἱ νόσοι προηγοῦνται, λόγον αἰτίας ἔχουσαι πρὸς αὐτὰ, καὶ τοῦτο δείξοµεν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα τὸν περὶ αὐτῶν ἐπέλθωµεν λόγον, ἀρξάµενοι πάλιν ἀπὸ τῶν ἐν ταῖς διαθέσεσι τοῦ σώµατος συνισταµένων συµπτωµάτων. εἰσὶ δ’ αὐτῶν αἱ πρῶται διαφοραὶ τέτταρες. τὰ µὲν γὰρ ὁρατὰ, τὰ δ’ ἀκουστὰ, τὰ δ’ ὀσφραντὰ, τὰ δὲ γευστὰ, τὰ δ’ ἁπτὰ τετύχηκεν ὄντα. τὰ µὲν οὖν ὁρατὰ τὴν γένεσιν ἐν ταῖς παρὰ φύσιν ἴσχει χροιαῖς, ἤτοι παντὸς ἅµα τοῦ σώµατος, ἤ τινων µορίων ἤ τινος· ἅπαντος µὲν οὖν, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἔχει, καὶ τῆς ἡπατίτιδός τε καὶ σπληνίτιδος ὀνο- µαζοµένης νόσου, καί τισιν ὑδέρων εἴδεσιν· ἔν τινι δὲ, καθάπερ ἔν τε τῇ γλώττῃ µόνῃ πολλάκις ὁρᾶταί τις ἐξαίρετος ἄχροια, καὶ τοῖς ἐξ ἀποστηµάτων µορίοις µελανθεῖσιν ἢ πελιδνοῖς γενοµένοις, οὕτω δὲ κᾀν τοῖς ἄνθραξι, κᾀν τοῖς ἕρπησί τε καὶ γαγγραίναις ὑπαλλάττεται τὰ κατὰ φύσιν χρώµατα. τούτου τοῦ γένους ἐστὶ καὶ ἀλφὸς, καὶ λεύκη, καὶ ἐλέφας, καὶ τἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ καὶ ταῦτα τὰς κατὰ