Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Шрифт:
Интервал:
Закладка:
ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιµηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν γοῦν ἐφάνης ἕν τι τῶν πρώτων µαθηµάτων, ὃ µηδεὶς τῶν εἰσηγµένων νοµίµως ἀγνοεῖ. πολλὴν µὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώµατος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν µιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων µορίων. οὕτω γοῦν καὶ οἱ µειγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὐδέτερον, ὅταν εἰς συµµετρίαν κράσεως ἥκωσιν. ἔµπληκτος δ’ οὐδεὶς οὕτως ἐστίν, ὡς ἐµβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλέον εἶναι λέγειν ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ µικρὸν ποτήριον, ὅταν, <εἰ> οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων ὁ µὲν εἷς ὕδατος, οἱ δὲ δύο ὑπάρχωσιν οἴνου. Λύκος δέ, ὡς οἶµαι, καὶ τὴν τετραφάρµακον ὀνοµαζοµένην δύναµιν ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης ἴσων ἁπάντων συντεθειµένων οὐ φήσει πλείονα τὴν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐµβάλῃ τῶν ἄλλων. ἀλλὰ κἀνταῦθα ἐπισκέψεται, πότερον πίθος ὅλος ἐστὶ µεστὸς τῆς τετραφαρµάκου δυνάµεως ἢ µικρόν τι λεκάριον, εἶτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ µὲν ἐξ ἴσων ᾖ τῶν τεττάρων, ἡ πίττα δ’ ὑπάρχῃ διπλασία τῶν ἄλλων ἐν τῷ λεκαρίῳ. τοιγαροῦν ἅπαντα τὰ τοιαῦτα ἁµαρτήµατα τῶν πολλῶν µὴ δυναµένων † ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ µίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν µέτρον ἁπλῶς οὕτω λεγοµένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν ῾Ιπποκράτει; ἥ τε γὰρ οὐσία τοῦ ἐµφύτου θερµοῦ πλείστη τοῖς αὐξανοµένοις ἐστὶν ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε <αὐ>τῶν καὶ αἱ δυνάµεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρµακον ἐµβάλῃς πλείονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν µόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναµιν ἐρεῖς ἐνεῖναι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν µέρος τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σηµαινόµενα τὰ πρὸς τοῦ Λύκου γεγραµµένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρµακον εἶναι τό τ’ ἔµφυτον θερµὸν τοῖς ζῴοις, ἔτι δὲ µᾶλλον, ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ µειγνύµενα, κατάδηλόν ἐστι τὸ κατὰ τοὺς τρεῖς τρόπους οὓς ὁ Λύκος εἶπεν ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρµάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται µὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθµῷ, δύναιτ’ ἄν τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάµενος ἀναµεῖξαι τοῖς ἄλλοις ἴσοις, οἷον, εἰ τύχοι, τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν µίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλείων ἐστὶ καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις <ἂν> εἴποι µὴ µόνον ἔχοντος ἐν ἑαυτῷ τὸν εὐκρατότατον ἀέρα, προσειληφότος δέ τι καὶ καπνοῦ καὶ ἀτµοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ µὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτµός, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὕτως πλέον κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγοµεν ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина