Сочинения. Том 5 - Гален Клавдий
- Дата:12.07.2024
- Категория: Античная литература / Медицина / Науки: разное
- Название: Сочинения. Том 5
- Автор: Гален Клавдий
- Просмотров:3
- Комментариев:0
Шрифт:
Интервал:
Закладка:
6. ῞Ηδε οὖν αὖθις ἀρχὴ γιγνέσθω τῷ λόγῳ. τοῖς µὲν τὰ συνήθη πράττουσιν, ἤτοι δὲ τῶν κυρίων τι µορίων καὶ σύµπαν τὸ σῶµα βαρυνοµένοις ἢ τεινοµένοις, ἀναγκαία µέν ἐστιν ἡ κένωσις· εἰ δὲ κατὰ τὴν ἡλικίαν µήτε παῖδες εἶεν ἔτι µήτε ἤδη γέροντες, ἐπισκέπτου περὶ φλεβοτοµίας ἀποβλέπων, µάλιστα µὲν εἰς τοὺς πρώτους σκοποὺς τούσδε, τήν τε ποσότητα τοῦ πλήθους καὶ τὴν ποιότητα καὶ τὴν τῆς δυνάµεως ῥώµην ἢ ἀῤῥωστίαν, ἐφεξῆς δὲ τὴν φυσικὴν ἕξιν ὅλου τοῦ σώµατος, ὥραν τε καὶ χώραν καὶ τὸν προγεγενηµένον βίον, εἰ πλῆθος ἐδεσµάτων καὶ ποµάτων καὶ µάλιστα πολυτρόφων ὁ οὕτως ἔχων προσηνέγκατο τὸ ἔθος τε καὶ παρὰ τὸ ἔθος, κινήσεις τε τίνας ἐκινήθη, ἐκκρίσεις τε τίνας ἔσχεν ἢ ἐπεσχέθη παρὰ τὸ ἔθος, ἐπὶ δὲ τούτοις ἅπασι πότερον ἰσχνότερος ἢ παχύτερος ἐγένετο. ἡ µὲν δὴ τοῦ πλήθους ἑκατέρου ποσότης ἐκ τοῦ µεγέθους τῶν ἰδίων ὀρισθήσεται σηµείων. εἰς ὅσον γὰρ ἑαυτῷ βαρύτερος ὁ ἄνθρωπος εἶναι δοκεῖ, πρόδηλον ὅτι καὶ τὸ πρὸς τὴν δύναµιν πλῆθος εἰς τοσοῦτον ηὔξηται. κατὰ δὲ τὸν αὐτὸν λόγον εἰς ὅσον ἡ τονώδης αἴσθησις ηὔξεται, κατὰ τοσοῦτον καὶ τὸ ἕτερον πλῆθος, ὃ καλεῖσθαι πρός τινων ἔφην κατὰ τὸ ἔγχυµα. τὴν ποιότητα δ’ ἐφ’ ἑκατέρου τοῦ πλήθους ἔκ τε τοῦ χρώµατος διαγνώσῃ, µεµνηµένος ὅτι τὸ χρῶµα χυµῶν ἐστιν, ἐπειδὰν µετρίως ἔχει θερµότητος λείπων σῶµα φύσει. τοῖς µὲν γὰρ ψυχροτέροις ψυχροτέρα τοῦ παντὸς σώµατος ἡ αἴσθησις ἕπεται, τοῖς δὲ θερµοτέροις θερµοτέρα, καὶ τοῖς µὲν κατὰ τὰς φλέβας ἠθροισµένοις χυµοῖς ὄγκος καὶ διάθεσις τῶν ἀγγείων, τοῖς δ’ ἐν τῇ σαρκὶ, κατ’ ἐκείνην ἡ αἴσθησις ἤτοι τοῦ βάρους ἢ τῆς τάσεως, ὥσπερ γε καὶ θερµότητος. αἱ δὲ τῶν διοικουσῶν ἡµᾶς δυνάµεων ἀῤῥωστίαι τε καὶ ῥῶµαι ταῖς οἰκείαις ἐνεργείαις ἐδείχθησαν κρινόµεναι, προαιρετικαῖς µὲν κατὰ τὰ νεῦρα καὶ τὴν τούτων ἀρχὴν τὸν ἐγκέφαλον, ταῖς δὲ κατὰ τοὺς σφυγµοὺς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, τῇ δὲ κατ’ εὐτροφίαν τε καὶ ἀτροφίαν εὔχροιάν τε καὶ ἄχροιαν ἡ τρίτη δύναµις ἡ θρεπτικὴ, ἣν ἐξ ἥπατος ὁρµᾶσθαι ἐδείκνυεν τὴν διάγνωσιν ἐλάµβανεν. ὅταν οὖν ἐπὶ τοῖς τοῦ πλήθους σηµείοις αἱ δυνάµεις ἐῤῥωµέναι τυγχάνουσιν οὖσαι, φλεβοτοµήσεις δηλονότι κατὰ µὲν τὴν τονώδη διάθεσιν οὐδὲν ἐπιδιοριζόµενος, ἔτι δὲ µᾶλλον οὐδὲ κατὰ τὴν φλεγµονώδη. τοῦ δὲ βαρύνοντος πλήθους ἐνοχλοῦντος οὐ πάντως αἵµατος ἀφαιρετέον. ἐνδέχεται γὰρ ὠµὸν ἠθροῖσθαι κατὰ τὸ σῶµα χυµὸν, ἐφ’ οὗ προσέχειν ἀκριβῶς χρὴ µέχρι πόσου µὲν ἡ δύναµις ἔῤῥωται, µέχρι δὲ πόσου αὐτὸς ὁ χυµὸς ἔφυ. προκαταλυθεῖσα γὰρ ὑπὸ τῶν τοιούτων διαθέσεων ἡ δύναµις ἐν ταῖς φλεβοτοµίας εἴωθε καταπίπτειν ἐς ἔσχατον, ὡς µηκέτ’ αὐτὴν ἀνακτήσασθαι δυνηθῆναι. τούτου δὲ γενοµένου κίνδυνος οὐ σµικρὸς ἕπεται, µάλισθ’ ὅταν ἐπιπέσῃ πυρετὸς ἐν καταστάσει θερινῇ στοµάχου µοχθηρῶς ἔχοντος, ἢ τοῦ σώµατος ὅλου µαλακοῦ τε φύσει καὶ ὑγροῦ τὴν κρᾶσιν ὄντος. διαφοροῦνται γὰρ οἱ τοιοῦτοι συγκόπτονταί τε τάχιστα, κᾂν µὴ µέγας αὐτοῖς ἐπιπέσῃ πυρετός. εἰ δὲ µηδὲν εἴη τούτων, ἀλλ’ ὁ χειµὼν ἢ τὸ χωρίον ὑπάρχει φύσει ψυχρὸν, ἥ τε φύσις τἀνθρώπου ψυχροτέρα, καταψύχονταί τε δεινῶς ὅλον τὸ σῶµα φλεβοτοµηθέντες, ἐµπίπτει τέ τινα τῶν διὰ κατάψυξιν ἰσχυρὰν ἑποµένων συµπτωµάτων. τοὺς οὕτω διακειµένους οὐ προσήκει διὰ φλεβοτοµίας κενοῦν, ἀλλὰ τρίψεσί τε καὶ χρίσµασι µετρίως θερµαίνουσι καὶ πόµασι τέµνουσι τὸ πάχος τῶν χυµῶν καὶ θερµαίνουσι µετρίως. ὅσα γὰρ σφοδρῶς θερµαίνει καταλύει τὴν δύναµιν ἀθροότερον, ὡς µηκέτι ἐξαρκεῖν τῇ θεραπείᾳ. πολλάκις δὲ καὶ τὸν πυρετὸν συνηύξησεν, ὥστε κἀντεῦθεν βλάβην γίνεσθαι τῇ δυνάµει. διὸ δὲ τῶν τεµνόντων τὸ πάχος χυµῶν, ἐδεσµάτων τε καὶ ποµάτων ἡ κατὰ τὸ θερµαίνειν δύναµις ἔστω µετρία.
7. ῞Οσοι δὲ αἷµα πτύσαντες ἐθεραπεύθησαν µὲν τῷ παραυτίκα, τοιαύτην δὲ ἔχουσι κατασκευὴν, ἐν τοῖς κατὰ θωρακά τε καὶ πνεύµονα µορίοις, ὡς εἰ βραχὺ πλέον ἀθροισθῆ θέλοι τὸ αἷµα, πάλιν αὐτοῖς ἤτοι γ’ ἀναστοµωθῆναί τι τῶν ἀγγείων ἢ ῥαγῆναι, τούτους εἰ καὶ
- Эксперимент есть эксперимент - Василий Владимирский - Публицистика
- Далай-лама и его линия преемственности - Автор неизвестен Буддизм - Буддизм
- Советско-польские дипломатические отношения 1918- 1939 годов в отечественной историографии - Станислав Павлович Чагин - История
- Риски эстетической медицины: Новые приемы PR, маркетинга и рекламы - Татьяна Буренкова - Медицина
- 100 великих загадок современной медицины - Александр Волков - Медицина